476
ἕνδεκα ἀστέρας προσκυνεῖν αὐτῷ. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Τὸ, Λόγιον Κυρίου ἐπύρωσεν αὐτὸν, ὅμοιον τῷ, Οὐχὶ 23.1308 διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐκ ἂν γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ὅτε αὐτάρκως ἐπυρώθη ὑπὸ τῶν πειρασμῶν ὁ Ἰωσὴφ, τότε Θεοῦ ὑποβαλόντος τῷ Φαραὼ, ὃν καὶ βασιλέα καὶ ἄρχοντα νῦν ὁ λόγος καλεῖ, λύεται τῶν δεσμῶν, καὶ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πάσης τῆς κτήσεως αὐτοῦ καθίσταται. Ἐξήνεγκε γὰρ αὐτὸν, ὡς μὲν εἴποι ἂν ὁ πολὺς ἄνθρωπος, διὰ τὸ συναγαγεῖν τὰ γεννήματα τῆς εὐθηνίας, καὶ φυλάξαι αὐτὰ εἰς καιρὸν τοῦ λιμοῦ. Ὁ δὲ παρὼν λόγος διδάσκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι, ὅσον τῆς κατὰ ψυχὴν ὠφελείας τῶν μελλόντων ὑπ' αὐτοῦ σοφίζεσθαι καὶ παιδεύεσθαι. Ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι· ὧν ὠφελουμένων, εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ' αὐτῶν μετασχεῖν βελτιώσεως. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τίς δὲ εἰσῆλθεν, ἀλλ' ἢ Ἰσραήλ, Καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ, ἀλλ' ἢ Ἰακώβ; ∆ηλοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τούτου παῖδες. Ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθε Ἰακὼβ, ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ, κατὰ τό· Ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον· διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώθησαν διὰ τῶν προκειμένων. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδὲ ἐκραταιώθησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ, καὶ τῆς παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης. Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίων αὐτῶν. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμὸς, καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Ὥσπερ 23.1309 τὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι, καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι· εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς, προάγει ἐπὶ βασιλείαν· οὕτω καὶ νῦν, βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς καταξιῶσαι τὸν λαὸν, πρῶτον αὐτὸν πειρατηρίοις ἐκδίδωσιν, ἵν' ὕστερον λεχθῇ τό· Καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκέκραξαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὑτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ἐπειδὴ δὲ εἴρηται, ὅτι μετέστρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυπτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δικαίως ἔπραξεν ὁ Θεός. Ἐπειδὴ γὰρ, ἐν πολλῇ γεγονότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰγυπτίοις, εἰς λήθην ἦλθον τοῦ πατρῴου Θεοῦ, ἐξέδωκαν δὲ ἑαυτοὺς ταῖς