477
τῶν Αἰγυπτίων εἰδωλολατρείαις· διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυπτίους, ἐπειδὴ πεποιθότες ἑαυτοῖς κατωλιγώρησαν τοῦ Θεοῦ, ὅπως θλιβέντες ὑπ' αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις, μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν Θεὸν τῶν πατέρων αὐτῶν. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εὐφράνθη Αἴγυπτος ἐν ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτούς. Ὁ Θεὸς προστάττει τῷ λαῷ διὰ Μωϋσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενικημένους, καὶ μισθὸν παρ' αὐτῶν εἰσπράξασθαι τῆς μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο. Καὶ οὐκ ἦν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τὸ γὰρ πολλῷ παραδοξότερον τοῦτο ἦν, ὅτι μετὰ τὸν πόνον, μετὰ τὴν πλινθείαν, μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ τὰς μάστιγας, οὐδὲ εἷς ἦν ὁ ἀσθενῶν, καὶ τοῦτο τοσούτων πληγῶν ἐν Αἰγύπτῳ κατενεχθεισῶν. Τοῦτο καὶ τῆς φύσεως αὐτῆς τὴν ἀκολουθίαν ὑπερέβαινεν. ∆ιεπέτασε νεφέλην εἰς σκεπὴν αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. ∆ιελθὼν τὰς κατὰ τῶν Αἰγυπτίων μάστιγας, ἀκολούθως μεταβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας· ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τὸν Αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσωμεν· εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ Θεοῦ, ᾗ παρεῖχε τὰς ἐξ αὐτοῦ εὐεργεσίας· ὁμοῦ καὶ ὧν ἠξιώθησαν παραδόξων Θεοῦ οἱ ἐκ περιτομῆς μνημονεύων, εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκείνων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς. Ἤτησε, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτων οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἀνέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί· ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ὁ Μωϋσῆς δὲ ἐν ∆ευτερονομίῳ πρὸς αὐτούς φησι· Μὴ εἴπῃς· ∆ιὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον ὃν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν. Καὶ γνώσῃ σήμερον, 23.1312 ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου, Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. Ἕκαστον γὰρ τῶν γενομένων εἰς θαῦμα μέγιστον ἦν, καὶ πολλὴν εἶχε τὴν παραδοξοποιίαν, τὸ ἀπαλλαγῆναι μεθ' ἡδονῆς τῶν ὠθούντων ἐκείνων, καὶ μετ' εὐπορίας ἁπάσης, τὸ ἐν ὑγείᾳ καθαρᾷ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ δὴ μόνον τῶν προτέρων ἀπήλλαξεν, ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἔδωκεν αὐτοῖς, οὐδαμοῦ πονεῖν συγχωρῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Ταῦτα ἐπηγγείλατο, ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ. Τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτόν. Τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ τοσαῦτα παρέσχε καὶ ἐχαρίσατο, προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν. Ἀλλ' ὅτι τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ' αὐτῶν ἡ χάρις, καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ Θεοῦ ἐκπεπτώκασι, δοῦλοί τε τῶν ἐθνῶν καὶ πολεμίων γεγόνασι. ἈΛΛΗΛΟΥΙΑ. ΡΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν, ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητί σου τῶν ἐκλεκτῶν, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ τοῦ λαοῦ σου, τοῦ