478
ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Αἶνον καὶ ὕμνον πρὸς τὸν Θεὸν καὶ ὁ παρὼν ψαλμὸς περιέχει· διὸ ἐπιγέγραπται, Ἀλληλούϊα· ὅπερ ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον. Προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ Θεοῦ Υἱῷ, καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ, διὰ τὸ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας. Ὁ δὲ τοῦτο πράττων γνησίως, καὶ ἀποκλαιόμενος ἐφ' οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πράξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασι, παρὰ τοῦ Ψαλμῳδοῦ κομίζεται τὴν εἰσήγησιν. Προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν, διὰ τοῦ ἐπαγγέλλεσθαι, Ὅτι χρηστὸς ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ∆ιὰ ταῦτα γὰρ, φησὶ, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλανθρωπίαν, εἰδὼς ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα. Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Οὐ μόνοι, φησὶν, ἡμάρτομεν· ἀλλ' εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρόνων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. Τοσούτων γὰρ θαυμασίων διὰ Μωϋσέως ἐπιτελουμένων, οὐ συνῆκαν, ἀλλὰ καὶ σωτηρίας τυχόντες, καὶ τῆς ὑπ' Αἰγυπτίοις δου 23.1313 λείας ἐλευθερωθέντες, οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς Θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων τετυχήκασι. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμὸς, ἐπετέμνετο δὲ αὐτὸς καὶ τὰς ἐπὶ τῆς ἐρήμου παραδοξοποιίας, μηδὲν κατηγορήσας τοῦ λαοῦ. Ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν, καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν. Ἔστι δὲ καὶ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων λαοῦ κατηγορικός. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Προσελθόντες Μωϋσῇ καὶ φήσαντες, Ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐπὶ τῆς ἐρήμου ταύτης· καὶ, Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς, θανατῶσαι ἐν τῇ ἐρήμῳ; Τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες· Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Καὶ ὅσον μὲν ἐπ' αὐτοῖς πικρὸν αὐτοῖς ἀντὶ χρηστοῦ τὸν Θεὸν κατεστήσαντο. Ὁ δὲ ἀγαθὸς Θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ, πάλιν ἔσωζεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ· ὅπως μὴ εἴπωσιν οἱ ἀσεβεῖς, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; διὰ τοῦτο παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν, πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. Οἱ δὲ νικηθέντες πρὸς μὲν ὀλίγον ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, διελθόντες τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ. Ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ πᾶσι Θεὸς ἀνωμολόγηται. Εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτάσσει τῇ θαλάσσῃ, πᾶσι Θεὸς ἀνωμολόγηται, ἵνα ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται. Θεὸς ὢν αὐτὸς ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, ὡς διοδεύσιμον αὐτὴν γενέσθαι, τὴν πάλαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην. Καὶ ἔσωσε αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ζητήσῃ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰγυπτίων, τῶν διελθόντων τὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. Πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραήλ. Περὶ δὲ τῶν θλιβόντων εἴρητο τὸ, Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ὁ δὲ ἐπίμικτος λαὸς Αἰγύπτιος μὲν ἦν, πιστεύων δὲ ταῖς Μωϋσέως φωναῖς,