479
σωτηρίας ἔτυχεν. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Σὺν τῷ Μωϋσῇ καὶ Ἀαρὼν τὴν ᾠδὴν τὴν ἐν τῇ ἐξόδῳ παραυτίκα καὶ παραχρῆμα μεταβαλλόμενοι ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ. 23.1316 Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Καὶ παρώξυναν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν, τὸν ἅγιον Κυρίου. Ὅτε μὲν τὸν Θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος, ὢν ἀμνησίκακος, οὐκ ἀμειψάμενος αὐτοὺς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Ἀλλὰ καὶ ὅτε παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτούς· οὐκ ἔδει γὰρ καταφρονηθῆναι τοὺς θεράποντας. Ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ' αὐτῷ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δὲ οὐκ ὤναντο δι' αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ κολαστηρίῳ· Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν κεφαλὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. Μωϋσῆν μὲν οὖν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν εἰπόντες· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεὸς, οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν, καὶ θυσίας τῷ Θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες, παρώργισαν· ἀλλὰ τοὺς μὲν καταλαλήσαντας τοῦ Μωϋσέως, τὸν ∆αθὰν παγγενεῖ ἀνοιχθεῖσα ἡ γῆ κατέπιε, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ, καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Κεῖται ἐν τοῖς Ἀριθμοῖς ἡ ἱστορία, ὅπως λαβὼν ὁ Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανῖτιν ἅμα τῷ σὺν αὐτῇ πεπορνευκότι, καὶ ἐκόπασε παραχρῆμα ἡ κατ' αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. Παρίστησι δὲ ὁ λόγος, πόσον ἰσχύει παρὰ Θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη, ὡς κοπάσαι τὴν ὀργὴν, καὶ ἀνακρουσθῆναι τὴν κατὰ τῶν ἡμαρτηκότων θραῦσιν, διὰ τὸν Φινεὲς ὑπὲρ τοῦ Θεοῦ ζῆλον. 23.1317 Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδουλεύσαντο τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ