480
ἐπόρνευσαν ἐπὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Εἰ διὰ ταῦτα πάντα ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου; Ἀλλὰ ὅρα εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος, καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει, ὡς καὶ περὶ ἑτέρου λαοῦ μεθ' ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Οὐ παραδίδωσι δὲ Κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν· βδελύσσεται δὲ αὐτὸν διὰ τὰς προλελεγμένας πράξεις. Ἐπειδὰν δὲ ὁ Κύριος παραδῷ, τίς οὐ δύναται τῶν αὐτοῦ κυριεύσειν; Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν· πλεονάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Αὐτὸς μὲν, φησὶν, ἐῤῥύετο, χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γενόμενος· οἱ δὲ παρεπίκραναν, πικρὸν ἑαυτοῖς ποιοῦντες αὐτόν· καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ· οἱ δὲ ἀπώλλυντο, ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες· καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὑτῶν ἀνομίαις. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλεν ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα ∆αρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρήσασθαι τῷ Ἰουδαίων ἔθνει, κατὰ τὰ ἐν τῇ Γραφῇ τοῦ Ἔσδρα φερόμενα. Ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ τῶν Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι, τοῦ Θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου· οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους. Καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίας ὀρέγει. 23.1320 Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. ∆ιδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν' ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν· ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν τῷ παρόντι βίῳ, ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου· ἡμεῖς δὲ, ἤδη τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀνθρώποις, ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ Θεοῦ Υἱὸν ἐπισυναγομένων ψυχῶν, ἐντεῦθέν τε παρασκευαζομένων ἐπὶ τὴν κρείττονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥντινα ἀληθῶς ἁγίαν ἐπαγγέλλεται. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ἀκολούθως τῷ Ἀποστόλῳ φήσαντι· Ἐν παντὶ εὐχαριστεῖσθε, καὶ νῦν ὁ λόγος διδάσκει, πάντοτε εὐλογεῖν τὸν Κύριον, καὶ ἐφ' οἷς ἐλεεῖ καὶ ἐφ' οἷς παιδεύει, καὶ ἐφ' οἷς σώζει. ΑΛΛΗΛΟΥΙΑ. Ρʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλύτρωσεν ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης·