481
ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Τῷ Κυρίῳ ἐξομολογεῖσθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ, κατά τε τὸ εὐχαριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις, τὸ ἐχέγγυον τῆς παρ' αὐτοῦ θεραπείας ἔχοντας· ὅτι μὴ μόνον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐτοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ χωρῶν συνήγαγεν αὐτούς. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν, ἡ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα, προφητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν· ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· Καὶ ὠργίσθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν· τοὺς πάλαι ὑπὸ τῶν ἐχθρῶν καὶ πολεμίων τῶν ἀνθρώπων, τουτέστι τοῦ διαβόλου καταδεδουλωμένους. Καὶ ἀπὸ χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ Ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκουμένην διὰ τῶν τεσσάρων ἐδήλωσε κλιμάτων. Ἐκ τούτων γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ Θεοῦ νέα συνέστη. Εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰουδαίων ἐκ τῶν ἐθνῶν συναγωγὴν διὰ τοῦ παρόντος δηλοῦσθαι ψαλμοῦ, ὡς μελλόντων τῶν καθ' ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν, καὶ τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι, 23.1321 συνάγεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν γῆν. Τοιαῦτα γὰρ εἰσέτι καὶ νῦν παῖδες Ἰουδαίων φαντάζονται. Ἀλλ' ἐπεὶ μὴ ταῦτα περὶ αὐτοὺς τοῖς ἔργοις ὁρᾶται γεγενημένα, ἤδη που χιλίοις ἐγγὺς ἔτεσι τῆς ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας αὐτῶν μηδενὸς τοιούτου περὶ αὐτοὺς πραχθέντος· ὥρα τῇ τῶν πραγμάτων ἐκβάσει τοὺς λόγους ἐφαρμόττειν, καὶ ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀνάγειν τὴν προφητείαν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ καὶ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν. Ἡμεῖς μὲν οἱ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν θεοσεβείας καὶ ἐν ἀκάρπῳ, ἀνύδρῳ τε καὶ ἀγόνῳ ζωῇ πάλαι πρότερον πεπλανημένοι, ὅτε ἦμεν ἔθνη ἄλογα, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, οἱ μηδέποτε ὁδὸν πόλεως κατοικητηρίου εὑρόντες· ὅτε ἦμεν ἀλλότριοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οἱ μεμισημένοι πάλαι, ἐν λιμῷ καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, διὰ τὸ ἐστερῆσθαι λογικῆς καὶ ἐπουρανίου τροφῆς ποτοῦ τε πνευματικοῦ, κατὰ τό· Ἐξαποστελῶ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως τῆς θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι· διὸ καὶ ἐν ἐρήμῳ τῶν ἀρετῶν ὄντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ἔχοντες, ᾧ ἑπόμενοι εὑρεῖν οἷοί τε ἦμεν μετὰ τὴν ὁδὸν πόλιν εὖ διατεταγμένην ἱερῷ νόμῳ, ἐν ᾗ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες· αὕτη δέ ἐστιν ἀρετὴ καὶ Θεοῦ σοφία. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν ἐθνῶν ἁπάντων πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, καὶ τῆς ψυχῆς αὐτῶν ἐκλειπούσης ἐξ ἀτροφίας σωτηρίων λόγων, ἐβόων πρὸς τὸν Θεὸν ἱκετεύοντες, κοινὸν ἅπασι καταπεμφθῆναι Σωτῆρα. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Τοὺς ἐγκεχειρισμένους αὐτοὺς ὑπερπάσχοντες καὶ ὑπεραλγοῦντες αὐτῶν καὶ διψώντων καὶ τὴν ψυχὴν ἤδη δι' ἀτροφίαν ἐκλειπόντων, ἐβόων αὐτοὶ καὶ ἔκραζον πρὸς Κύριον, ὑπὲρ τῶν οἰκείων ἕκαστος πρεσβεύοντες. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπλανήθησαν ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, τοῦτο πρῶτον νόσημα