482
νενοσηκότες τὸ τῆς πλάνης· καὶ δευτέρῳ κακῷ περιπεσόντες ὁδὸν πόλεως κατοικητηρίου αὐτῶν οὐχ εὗρον· καὶ τρίτον δὲ αὐτοὺς περιέσχε κακὸν, ἐπείπερ ἦσαν πεινῶντες καὶ διψῶντες, ὡς τὴν ψυχὴν αὐτῶν ἐκλείπειν ἐν αὐτοῖς. Ὁ δὲ φιλάνθρωπος Θεὸς καὶ ἀγαθὸς Σωτὴρ πρῶτον μὲν ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν· ἔπειτα ἔδειξεν αὐτοῖς πῶς χρὴ βαδίζειν τὴν φέρουσαν εἰς τὴν πόλιν τοῦ κατοικητηρίου. Καὶ τίς ἂν εἴη ἡ εὐθεῖα ὁδὸς ἢ ὁ σωτήριος λόγος ὁ εὐαγγελικὸς, ὁ μόνος ἡμᾶς ἄγων εἰς τὴν ἐπουράνιον πόλιν· ἐν ᾗ γενόμενοι τὸ κατοικητήριον ἡμῶν εὑρήσομεν; Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη 23.1324 αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· κηρύσσοντες εἰς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὅπως οἱ πάντες, τὴν χάριν τὴν εἰς ἡμᾶς γεγενημένην καὶ τὰ ἐλέη τοῦ Θεοῦ μαθόντες, σπεύσωμεν ἐπὶ τὴν αὑτῶν σωτηρίαν. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν, καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Κυρίου, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις. Αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. ∆έον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς δὲ οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. Ἐτηρεῖτο γὰρ τὸ μέγα τοῦτο κατόρθωμα μόνῳ τῷ Λόγῳ τοῦ Θεοῦ, περὶ οὗ ἑξῆς εἴρηται· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Πῶς γὰρ οὐκ ἦμεν ἐν ἀνάγκαις, πονηροῖς δαίμοσι καὶ πνεύμασιν ἀκαθάρτοις δεδουλωμένοι; Ἀλλ' ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς, ταῖς τῶν ἁγίων αὐτοῦ προφητῶν τε καὶ θεοφιλῶν ἀνδρῶν εὐχαῖς ἐπακούσας βοώντων ὑπὲρ ἡμῶν πρὸς αὐτὸν, οὐ μόνον ἐξήγαγεν ἡμᾶς ἐκ τούτων, ἀλλὰ καὶ τούτων τὰ δεσμὰ διέῤῥηξεν. ∆ηλοῖ δὲ τοῦτο τὴν ἀθρόαν τῶν ἁμαρτωλῶν ἄφεσιν, ἧς κατηξίωσεν ἡμᾶς ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Καὶ νῦν τὸ αὐτὸ λέγεται ἐπὶ ταῖς δευτέραις εὐεργεσίαις αὐτοῦ. Ἡγοῦμαι δὲ διὰ τούτων τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν δηλοῦσθαι· δι' ἃς καὶ μέχρι θανάτου ἐδέησε τῷ λυτρωτῇ πάντων καὶ Σωτῆρι κατελθεῖν. Ἔνθα γενόμενος μόνος τῶν πώποτε ὁ Χριστὸς τοῦ Θεοῦ, τὰς ἐξ αἰῶνος σιδηροδέτους πύλας, καὶ τὰς μηδενὶ θνητῷ ἀνοιχθείσας, καὶ διὰ τοῦτο χαλκᾶς γενομένας, συνέτριψε, καὶ τοὺς τούτων ἀῤῥήκτους μοχλοὺς συνέκλασεν. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. ∆ιὰ κακοεξίαν τῶν ἀποστρεφομένων πᾶσαν λογικὴν καὶ 23.1325 ψυχῶν σωτήριον τροφὴν, εἰκότως ἀποσταλεὶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἔφθασε, σαρκωθεὶς καὶ ἐνανθρωπήσας, χεῖρα σωτηρίας ὀρέξας καὶ τοῖς μέχρι τούτου καταπεπτωκόσι, καὶ πρὸς αὐτὸν ἀναβοήσασι. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν