483
αὐτῶν ἔσωσεν αὐτούς. Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Μνημονεύσας ὁ λόγος τῆς ἀφίξεως τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, δι' οὗ τὰ προλεγόμενα πάντα κατώρθωται, ἑξῆς συνάπτει τὴν περὶ τῶν ἀποστόλων αὐτοῦ προφητείαν. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ῥητῶς καὶ κατὰ λέξιν· ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν Εὐαγγελίων μαρτυρεῖ. Τοιγαροῦν τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίᾳ. Αὐτοῖς τοιγαροῦν τούτοις καὶ τὰ νέα μυστήρια τῆς Καινῆς ∆ιαθήκης πράττειν παρεκελεύετο, λέγων· Καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπάταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Ταῦτα προφητικῶς θεσπιζόμενα ἐπληροῦτο ῥητῶς καὶ πρὸς λέξιν· τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν ἐμπλεόντων σὺν αὐτῷ, σεισμὸς, φησὶν, ἐγένετο μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων. Οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ πρὸς αὐτοὺς φήσας· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εὐφρανθήτωσαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς εἰς λιμένα θελήματος αὐτοῦ. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ὁδηγηθέντες ἐπὶ λιμένα θελήματος αὐτοῦ· ἐφ' οἷς ὁ λόγος ἀναγκαίως προστάττει τέταρτον οὕτω τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ τὰ ἐλέη αὐτοῦ διὰ στόματος φέρειν· παρεγγυᾷ πᾶσί τε τοῖς υἱοῖς τῶν ἀνθρώπων ἀπαγγέλλειν τὰ θαυμάσια αὐτοῦ. Ἔθετο ποταμοὺς εἰς ἐρήμωσιν, καὶ ἐξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 23.1328 Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Τὸ μὲν γὰρ πλῆθος τοῦ Ἰουδαίων ἔθνους εἰς τοσαύτην ἤλασεν ἀγαθῶν σπάνιν, ὡς ὀλίγους εὑρίσκεσθαι ἐν αὐτοῖς τοὺς κατὰ Θεὸν εὐδοκιμοῦντας. Καὶ τὸ μὲν πᾶν ἔθνος ταύτην ὑπέμεινε τὴν πρόῤῥησιν· οἱ δ' ἐν αὐτοῖς ἄρχοντες, πατριάρχαι τινὲς καὶ ἀρχιερεῖς καὶ νομοδιδάσκαλοι, Σαδδουκαῖοί τε καὶ Γραμματεῖς καὶ Φαρισαῖοι αἰσχύνην κατεχέαντο, ἐξουδενώσει παραδοθέντες· ἅτε δὴ κληθέντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν καὶ παραιτησάμενοι αὐτήν. Καὶ ἐβοήθησε πένητα ἐκ πτωχείας. Καὶ ἐν τούτοις συνήθως ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Καὶ ὀχυρώσει πένητα ἀπὸ κακώσεως. Ἐκείνοις μὲν γὰρ ἔσται τὰ προδηλωθέντα, φησί· τὸν δὲ πένητα λαὸν ὀχυρώσει· τὸν ἐξ ἐθνῶν δηλαδὴ συστησόμενον· ὃν καὶ μακαρίζων ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ