484
ἔθετο ὡς πρόβατα πατριάς· ὁ δὲ Ἀκύλας, Καὶ θήσει, φησὶν, ὡς ποίμνιον συγγενείας· ὁ δὲ Σύμμαχος, Καὶ τάξει, φησὶν, ὡς ποίμνην συγγενείας, τὰς κατὰ πόλιν καὶ κατὰ χώραν Ἐκκλησίας ἐκ διαφόρων συγγενειῶν συνεστώσας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Τί δὲ ὄψονται ἀλλ' ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; ∆ιὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ, Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Καὶ πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς· λυττῶσα ὑπὸ φθόνου διαῤῥηγνυμένη, μηδὲν δὲ πράττειν διὰ τὸν ταῦτα βουληθέντα Θεὸν δυναμένη. Τοῦτο δὲ πάρεστιν ἐναργῶς ὁρᾷν, ὡς κατὰ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ τῶν ἀπίστων καὶ εἰδωλολατρῶν ἀνδρῶν ἀνομία λυττῶσα καὶ πολλάκις ἐπιμήνασα, τέλος διὰ τὸ μηδὲν δύνασθαι, τὸ στόμα ἑαυτῆς ἔφραξεν ὑπὸ τοῦ θείου λόγου φιμουμένη, τοῦ καὶ αὐτῇ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς φάσκοντος· Σιώπα, πεφίμωσο. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ' αὐτὴν πεποιημένον, κατὰ τό· Ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα. Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου; Ω∆Η ΨΑΛΜΟΥ ΤΩ ∆ΑΥΙ∆. ΡΖʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου, Ὁ τοῦ σωτηρίου 23.1329 μακαρισμοῦ γενόμενος ἄξιος, δι' οὗ εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ Πνεύματι δι' ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Ἄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι' ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ' ἂν βούληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἱκετεύω καὶ δέομαι τάχος ἐπιστῆναι τὴν χάριν, καὶ σὲ τὸν ὕψιστον Θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑμνούμενον γνωσθῆναι, καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν. Τούτου γὰρ γενομένου, ῥυσθήσονται οἱ ἀγαπητοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας ἣν πεπόνθασιν ὑποχείριοι γενόμενοι. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς Παῖς, ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητὸς, δι' οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐτοῖς ὁ Θεός· πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, ἀποκρίνεται λέγων, Ὑψωθήσομαι, πρὸς δὲ τό· Καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, πάλιν ἀποκρίνεται τὰ ἀκόλουθα ἀπὸ τοῦ, Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ταύτην τοίνυν, φησὶ, τὴν κοιλάδα,