485
τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω, ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτούς· διαμετρήσω εἰς σκηνὰς κατὰ πᾶσαν πόλιν, καὶ χώραν καὶ κώμην· καὶ πάλιν, σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ Ἐκκλησίας. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπειδὴ Ἐφραῒμ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσὴφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην χώραν Γαλαὰδ, καὶ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ· διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραῒμ κατ' ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν, κραταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. Ἰούδας βασιλεύς μου, Μοὰβ λέβης τῆς ἐλπίδος μου. Τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι, λέγει. Πρόδηλον δὲ ὅτι κατὰ τὸν Ἀπόστολον ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ 23.1332 καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ οὗ συνέστη τὸ βασίλειον γένος. Συνάγει δὲ ἐν τούτοις ὁ λόγος τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν, ἐπειδὴ τὸ παλαιὸν διῃρεῖτο τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο βασιλείας, προφητεύων μηκέτι ἔσεσθαι τὴν διάστασιν ταύτην, ἀλλ' ἕνωσιν τοῦ παντὸς ἔθνους. Ἐπληροῦτο δὲ καὶ ταῦτα κατὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἥνωτο γοῦν κατ' ἐκείνους τοὺς χρόνους τὸ πᾶν ἔθνος τῶν Ἰουδαίων, οὐκέτι ἐκ δύο βασιλειῶν διῃρημένων. ∆ιὸ καὶ ὁμοίως ἐκήρυττεν ὁ Σωτὴρ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ εἰς πάσας τὰς φυλὰς αὐτῶν τοὺς ἑαυτοῦ μαθητὰς ἐξαπέστειλεν. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Τούτων δὲ, φησὶν, ἐν πρώτοις καὶ ἐν ἀρχῇ τῆς κλήσεως παραλαμβανομένων, οὐδὲ οἱ τῶν ἀλλοφύλων χείρους ἀλλότριοί μου καταστήσονται, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον τὸν Μωὰβ, τὸν ἀπηγορευμένον παραβάλλειν εἰς Ἐκκλησίαν Κυρίου προσλήψομαι καὶ ὑποδέξομαι. Τοῦτο γὰρ ἐλπίζω. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Λευκότερον δὲ καὶ σαφέστερον τὴν διάνοιαν ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις· παρ' οἷς εἴρηται, Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου· ὁ δὲ Σύμμαχος, Ἔσται, φησὶν, ὁ Μωὰβ λέβης ἀμεριμνίας μου. Οἶδα δὲ ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου εἰς τοὺς τόπους· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ' ἧς γίνεται καὶ ∆αυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς τοῦ Θεοῦ γεγέννηται, ὁ καὶ ἐπὶ τοῦ Ἰωάννου βάπτισμα καὶ τὸ λουτρὸν τὸ ἐν τῷ Ἰορδάνῃ παρεληλυθώς. Μωὰβ λέβης τῆς ἐλπίδος μου. ∆οκεῖ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως, οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὰν δὲ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλληται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. Ὅτε γὰρ ἡ προφητεία τοὺς Μωαβίτας προσίεται, τοὺς πάλαι ἀπηγορευμένους, δῆλον, ὅτι δι' ἐκείνων καὶ τοῖς λοιποῖς ἔθνεσιν ἀγαθὰς ἐλπίδας ὑπογράφει. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς, ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. Τουτέστιν, Ἐπιβήσομαι καὶ ἐμπεριπατήσω τοῖς ἔθνεσιν. Ἰδουμαῖοι γὰρ ἦσαν οἱ ἀπὸ τοῦ μεμισημένου Ἠσαῦ, περὶ οὗ λέλεκται· Οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος· καὶ, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπιβαλῶ οὖν, φησὶ, τὸ ὑπόδημά μου, οὐκέτι ἐπὶ τὸν Ἰσραὴλ, οὐδὲ ἐπὶ τὴν Ἰουδαίας γῆν, οὐδὲ ἐπὶ μόνα τὰ Ἱεροσόλυμα, ἀλλ' ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν. Ἐπιβήσομαι οὖν