487
σύμφωνα ἦν ταῖς αὐτοῦ διδασκαλίαις, δι' ὧν ἔφασκε· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς. -Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Περὶ τούτων οὐδὲν δεῖ λέγειν, τῆς ἐν τοῖς Εὐαγγελίοις ἱστορίας περιεχούσης τὸ πλῆθος τῶν εὐεργεσιῶν ὧν ἐνανθρωπήσας αὐτοῖς παρεῖχε, θεραπεύων αὐτῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ὁ καὶ σκελίσας αὐτὸν, πάντα ἃ πρότερον ἐδόκει κεκτῆσθαι δεξιᾷ τῆς αὐτοῦ ψυχῆς ἀποσυλήσας. Ἐν τῷ κρίνεσθαι ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν· ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Εἰκὸς καὶ ῥητῶς κατὰ ψιλὴν τὴν λέξιν ταῦτα πάντα πεπληρῶσθαι κατὰ τοῦ προδότου μετὰ τὴν ἀνάρτησιν αὐτοῦ, ἅμα μὲν ὀρφανῶν γενομένων αὐτοῦ τῶν παίδων, ἅμα δὲ καὶ τῆς γυναικὸς ἐν χηρείᾳ καταστάσης, καὶ τῶν ἑξῆς καταλεχθέντων ἁπάντων πρὸς λέξιν τέλος εἰληφότων, ὡς ἀληθεῦσαι τὴν πρόῤῥησιν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ψαλμοῦ ταῦτα ἔσεσθαι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τοῦ λαοῦ τοῦ Ἰουδαίων ἔθνους κατὰ λέξιν πεπληρωμένα μετὰ τὴν εἰς τὸν Χριστὸν ἐπιβουλήν· Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἄστατον ἅπαν τὸ ἔθνος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· καὶ διαρπασάτωσαν ἀλλότριοι τὸν πλοῦτον αὐτῶν. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ὁ δὲ Σύμμαχος οὕτω, Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰουδαίων διήρπασαν, ἅπαντα ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσαι. Τούτων δὲ γενομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φειδοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. Εἶτα μʹ οὐ διελθόντων ἐτῶν, πανολεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαός. 23.1337 Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πατέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ ∆αυῒδ ἡ εὐσέβεια· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν· οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν κριτῶν, τοὺς ἐπὶ τῶν βασιλειῶν, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον παρανομίᾳ συζήσαντας. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα δὲ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ ∆εσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πάντα, φησὶ, τὰ ὑπ' αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανολεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα, ἀλλὰ περὶ πάντων τῶν ἠπιστηκότων Ἰουδαίων λέγει· ἀπὸ γὰρ ἑνικοῦ προσώπου ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν· οὐκέτι γὰρ εἶπεν, αὐτοῦ, ἀλλ', αὐτῶν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· τουτέστι πεπληγμένον δι'