488
ἃς ἑώρα ἐν αὐτοῖς παρανομίας. Ὅθεν καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἔλεγε κλαίων αὐτήν· Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου. Ἐθανάτωσε δὲ αὐτὸν, αἴτιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν διαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Τῆς προφητείας λεγούσης εἰς πρόσωπον τοῦ Σωτῆρος· Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται, ὅπως μὲν οἱ καθ' ὅλης τῆς οἰκουμένης τὸν Θεὸν δι' αὐτοῦ ἐπιγνόντες, καὶ πιστεύσαντες εἰς αὐτὸν, τῆς ἐκ Θεοῦ καταξιοῦνται εὐλογίας, ὡς πληθύνειν καὶ αὔξειν, καὶ τὰ σύμπαντα πληροῦν τὴν Χριστοῦ Ἐκκλησίαν, τοῖς πᾶσι τυγχάνει πρόδηλον· ὅπως δὲ Ἰουδαῖοι, ἀρώμενοι αὐτὸν καὶ βλασφημοῦντες ἐφ' ἑκάστης ἡμέρας, τὴν ἐκ Θεοῦ κατάραν εἰς ἑαυτοὺς ἐπισπῶνται, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μὴ ἆραι κεφαλὴν, μηδὲ ἀνανεῦσαι αὐτοὺς ἀπὸ τῶν χρόνων τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς. Καὶ σὺ, Κύριε, ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. Ῥῦσαί 23.1340 με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Φροντίζων περὶ τῆς ἀπωλείας τῶν ψυχῶν αὐτῶν, αὐτοῦ τε ἐκείνου τοῦ προδότου καὶ τῶν τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευασμένων, περί τε τῆς ἀποβολῆς καὶ ἀποπτώσεως τοῦ παντὸς Ἰουδαϊκοῦ ἔθνους, ταράττεσθαι ὡς φιλάνθρωπος ὑπὲρ αὐτῶν ὁμολογεῖ· ∆ιό φησι· Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει γνωστὴ γέγονεν ἡ χεὶρ τοῦ Θεοῦ, τουτέστιν ὁ μονογενὴς αὐτοῦ Λόγος, καὶ ὁ τέως τοὺς πολλοὺς λανθάνων, ἐφανερώθη, ὡς αὐτὸς ἑκὼν ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ αὐτὸς τὸ ἑαυτοῦ ἀνέστησε σῶμα, δεξιὰ καὶ δύναμις ὢν τοῦ Πατρός. Γνώτωσαν τοίνυν, φησὶν, ὅτι ἡ χείρ σου αὕτη, ἣν ὀνειδίζουσι καὶ χλευάζουσι, καὶ σὺ, Κύριε, ἐποίησας αὐτὴν, τῷ εὐδοκῆσαι σῶμα αὐτὴν ἀναλαβεῖν. Χεὶρ γὰρ τοῦ Θεοῦ ἡ ποιητικὴ ἁπάντων δύναμις αὐτοῦ, οὐχ ἑτέρα οὖσα τοῦ δι' οὗ γέγονε τὰ πάντα τοῦ Θεοῦ Λόγου. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν· ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Μέχρι καὶ σήμερον διέμειναν οἱ Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφημίαις· ἀλλ' ἐκείνων βλασφημούντων, περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα τὴν αἰσχύνην αὐτῶν. Οἱ γὰρ Ἰουδαῖοι μετὰ τὴν κατὰ Χριστοῦ ἐπιβουλὴν, ἔρημοι τῆς τοῦ Θεοῦ ἐπισκοπῆς γενόμενοι, αἰσχύνην περιεβάλοντο· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν εὐφροσύνης εἰσέτι καὶ νῦν πληροῦται, διὰ τοῦ ὀνόματος αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης καθεστώσης Ἐκκλησίας. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοᾷ· Οὕτω λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα τὴν αἰσχύνην αὐτῶν. Καὶ τοῦτο μάθοις ἂν ἐπιστήσας ποίας ἄρα Ἰουδαίων παῖδες κέκτηνται διανοίας ὁρῶντες τὰ μὲν ἑαυτῶν σεμνὰ καὶ ἅγια ἐκ βάθρων ἠφανισμένα, τοῦ δὲ πρὸς αὐτῶν ἀτιμίᾳ