489
περιβληθέντος, σταυρῷ τε καὶ θανάτῳ παραδοθέντος, τὸ μὲν τοῦ θανάτου μνῆμα σπουδαῖς τε καὶ φιλοτιμίαις τετιμημένον, τὰς δὲ διὰ τῆς αὐτοῦ δυνάμεως καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθείσας Ἐκκλησίας αὐξούσας ὁσημέραι, καὶ πληθυνούσας, καὶ ἔτι μετὰ δόξης προϊούσας. Ταῦτα γὰρ ὁρῶντες ὀφθαλμοῖς Ἰουδαίων παῖδες, πῶς οὐκ ἐντροπὴν καὶ αἰσχύνην εἰκότως περιβάλλονται; Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι 23.1341 παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Πολλῶν· τίνων ἢ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ τῶν καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησιῶν; Αὐτὸς γάρ ἐστιν ὁ εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. ∆ιὸ καθ' ὅλης τῆς οἰκουμένης ἐν μέσῳ τῶν Ἐκκλησιῶν παρὰ τοῦ Κυρίου τῷ Πατρὶ μεγίστη πρόεισιν εὐχαριστία. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆. ΡΘʹ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Σφόδρα ἀκριβῆ καὶ ἀληθῆ λόγον ἐπεσημήνατο ὁ Σωτὴρ ἡμῶν εἰρηκώς· Εἰ οὖν ∆αυῒδ ἐν πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐ γὰρ ἐκτὸς Πνεύματος ἁγίου οἷός τε ἦν ὁ ∆αυῒδ εἰπεῖν τό· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Πόθεν γὰρ παρῆν ἀνθρωπίνῳ λογισμῷ ἡ γνῶσις ἡ τοῦ Πατρὸς πρὸς τὸν ὠνομασμένον αὐτοῦ Κύριον κοινολογίας; Ὁ μὲν οὖν θρόνος τὴν βασιλικὴν αὐτοῦ ἀξίαν κατασημαίνει, ἡ δὲ κάθισις τὸ βέβαιον καὶ ἑδραῖον καὶ ἀσάλευτον τῆς ἐν τῇ βασιλείᾳ διαμονῆς· τὸ δὲ, ἐκ δεξιῶν, εἶναι καὶ δεξιῶν τοῦ Πατρὸς δωρημάτων κοινωνόν. Πάντα γὰρ τὰ δεξιὰ, φαιδρά τε καὶ ἀγαθὰ καὶ σωτήρια χορηγεῖ ὁ Υἱὸς ὡς παρὰ Πατρός. Ἐχθροὺς δὲ φησὶ τοὺς διὰ τοῦ προτεταγμένου ψαλμοῦ δεδηλωμένους· καὶ οὐ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις. Πάντας γὰρ ὑπὸ τοὺς πόδας αὐτοῦ θήσειν ὁ Πατὴρ διαγγέλλεται διὰ τοῦ προκειμένου ψαλμοῦ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ῥάβδον δυνάμεως ἐν τούτοις ἡγοῦμαι τὸν εὐαγγελικὸν λόγον εἰρῆσθαι. Ἐπίστησον δὲ μήποτε καθ' ἕτερον τρόπον ῥάβδος δυνάμεως εἴρηται ἐνταῦθα ἡ ἐν τῷ δευτέρῳ ψαλμῷ κεκλημένη ῥάβδος σιδηρᾶ. Ὁ μὲν οὖν εὐαγγελικὸς λόγος, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως, καὶ τῆς κατ' αὐτὸν οἰκονομίας ἀπαγγελτικὸς, ἡ παιδευτικὴ καὶ σωτήριος εἴη ἂν ῥάβδος· ἡ δὲ κατὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων τῆς αὐτοῦ Ἐκκλησίας καθαιρετικὴ λεγομένη σιδηρᾶ, δι' ἧς ὡς σκεύη κεραμέως συντρίψειν λέγεται τοὺς ἐχθροὺς αὐτοῦ. Ἐπεὶ τοίνυν ὁ Χριστὸς τὰς Ἐκκλησίας αὐτοῦ ἐν μέσαις ταῖς πόλεσι καὶ ἐν αὐτοῖς μέσοις ἔθνεσι μεταξὺ τῶν ἐχθρῶν καὶ πολεμίων συνεστήσατο, ἀναγκαίως λέλεκται ὅτι, Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος, ἵνα κατακυριεύσῃς ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀκύλας, Ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου· ὁ δὲ Σύμμαχος· Ὡς κατ' ὄρθρον σοι δρόσος ἡ νεότης σου· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος νεότητός σου. Καὶ ἔοικέ γε διὰ τούτων τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ τὴν οἰκονομίαν σημαίνειν. Ἀπὸ γὰρ μήτρας, φησὶ, γενήσεται δρόσος ἐξωρθρισμένη τῆς παιδιότητός σου· ἢ ἐκ μήτρας γε 23.1344 νήσεταί σοι δρόσος σου ὄρθρου ἐν τῇ νεότητί σου. Σημαίνεσθαι δὲ διὰ τούτων ἡγοῦμαι τὸ μὴ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ' ἐξ ἁγίου Πνεύματος συστῆναι τὴν ἔνσαρκον γέννησιν. Οἷα γὰρ δρόσος ἄνωθεν ἐξ οὐρανοῦ φερομένη, οὕτω πως ἐν τῇ μήτρᾳ τῆς κυοφορούσης αὐτὸν μητρὸς ἡ τῆς σαρκὸς ὑπέστη σύστασις ἐν τῇ παιδιότητι αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐκ