490
γαστρὸς, ἢ, ἀπὸ μήτρας, τὸ Ἑβραϊκὸν ἔχει, Μαριάμ. Οἶδα δὲ εἰς τοῦτο τινὸς ἀκούσας, ὡς τῆς Ἑβραϊκῆς φωνῆς ἐνταῦθα τῆς Μαρίας μνημονευσάσης· τὸ γὰρ, Μαριὰμ, τὸ Μαρίας ὄνομα σημαίνει, ὡς ὀνομαστὶ διὰ τούτων τῆς Θεοτόκου μνημονευθείσης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Σφόδρα μοι δοκεῖ ἀκολούθως τῇ προγεγραμμένῃ λέξει συνήφθη τὰ προκείμενα. Εἰ γὰρ καὶ τὰ μάλιστα γένεσιν τὴν ἀπὸ μήτρας ὑπέμεινας, φησὶ, καὶ γεγένησαι οἷα δρόσος ἐξ ἁγίου Πνεύματος ἐν τῇ παιδιότητί σου σάρκα ἀναλαβὼν, ἀλλ' οὐχ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις καὶ τὴν καταστροφὴν τοῦ βίου ποιήσεις· διαμενεῖς δὲ εἰς τὸν αἰῶνα ἱερώμενος τῷ Θεῷ καὶ Πατρί. Τοῦτο γὰρ ὥρισται, καὶ μεθ' ὅρκου βεβαιώσεως τοῦτο ἀποπέφανται πρὸς τοῦ σοῦ Πατρός. ΑΛΛΗΛΟΥΙΑ. ΡΙʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Τὰ τῆς προγραφῆς τοῦ προκειμένου καὶ τῶν ἐφεξῆς αὐτῷ παρίστησι μὴ διὰ ψαλτηρίου εἰρῆσθαι τὰ προκείμενα, μηδὲ ᾠδῆς ἐπέχειν τόπον, ἀλλὰ μηδὲ προσευχῆς, μηδέ τινος τῶν ἄλλων προγραφῶν, εἶναι δὲ ὕμνους εὐχαριστηρίους· διὸ καὶ ἐπιγεγραμμένοι εἰσὶν, Ἀλληλούϊα, ὅπερ μεταβαλλόμενον εἰς τὴν Ἑλλάδα φωνὴν αἶνον Θεοῦ σημαίνει. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἀποδοθεῖσαν περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείαν εὐχαριστήριος ὕμνος διὰ τῶν προκειμένων συνάπτεται, ἐκ προσώπου λελεγμένος αὐτοῦ τοῦ Σωτῆρος, εὐχαριστοῦντος τῷ ἑαυτοῦ Πατρὶ ἐπὶ τῇ πάντων τῶν ἀνθρώπων σωτηρίᾳ. Ἡ γὰρ ἐξομολόγησίς ἐστι μὲν ὅτε κατὰ τὴν συνήθειαν τῆς Γραφῆς ἁμαρτιῶν ὁμολογίαν σημαίνει, ἔστι δὲ ὅτε εὐχαριστίαν παρίστησιν. Αὐτίκα δ' οὖν ἐν Εὐαγγελίοις αὐτὸς ὁ Σωτὴρ ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρὸς, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκα 23.1345 λύψαι. Ἐν βουλῇ τῶν ἁγίων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Οὐκέτι σκολιῶν ἀνδρῶν οὐδὲ διαστρόφων, ἀλλ' ἀγαθῶν καὶ εὐθειῶν ψυχῶν τὸν εὐχαριστήριον ὕμνον δώσω σοι τῷ ἐμαυτοῦ Πατρί. Σημαίνει δὲ διὰ τούτων τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν διὰ τῆς αὐτοῦ χάριτος Ἐκκλησίαν. Βουλὴν δὲ εὐθέων ὠνόμασε τὰ τάγματα τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἁγίων· συναγωγὴν δὲ δεύτερον τάγμα μετὰ τὴν βουλὴν τῶν εὐθέων σημαίνει, τὸ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ δεύτερον τοῦ πλήθους ἄθροισμα. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν· ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Ἅγιον