491
καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· ἀρχὴ σοφίας φόβος Κυρίου. Μήποτε, ἐπεὶ ὁ φοβούμενος οὔτε τελείωται, ἡ μὲν εἰσαγωγὴ διὰ φόβου κατορθοῦται, τὸ δὲ τέλος δι' ἀγάπης; ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τοιοῦτος δ' ἂν εἴη ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως ἀγαπῶν Κύριον τὸν Θεόν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ ἡ σύνεσις τότε ἀγαθὴ τυγχάνει, ὅτε ἔργοις ἐπιτελεῖται· διὸ τὴν σύνεσιν οὐχ ἁπλῶς ἀγαθὴν εἶπεν, ἀλλὰ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τέλος γὰρ τῶν μακαρίων τὸ πρὸς τὸν Θεὸν εἶναι, καὶ παρεστάναι αὐτῷ, καὶ μόνῃ τῇ αὐτοῦ θεολογίᾳ καὶ αἰνέσει σχολάζειν. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΑʹ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. ∆υνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτως εἴωθε καλεῖν πάντα τὸν ἐξ ἐθνῶν προσιόντα τῷ Θεῷ. Παρίσταται δὲ τοῦτο ἀπὸ τοῦ διεσταλμένως μετὰ τὸν Ἰσραὴλ καὶ μετὰ τὸν οἶκον Ἀαρὼν, καὶ μετὰ τὸν οἶκον Λευῒ, τοὺς φοβουμένους τὸν Κύριον ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ καλεῖσθαι, ὡς ἐν ἑτέροις εἴρηται. Τίνες γὰρ ἂν εἶεν μετὰ τούτους οἱ φοβούμενοι τὸν Κύριον ἀλλ' ἢ οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι καὶ ἀλλογενεῖς; Οὐκοῦν ἐν τῷ μετὰ χεῖρας ψαλμῷ οὐκ ἄλλος τις ἂν εἴη ὁ μακαριζόμενος τοῦ ἐξ ἐθνῶν προσεληλυθότος τῷ Θεῷ λαοῦ· ὅντινα ὀνομάζει φοβούμενον τὸν Κύριον. Οὐ μὴν ἤδη που μακάριος ὁ τοιοῦτος, εἰ μὴ καὶ τὸ ἑξῆς αὐτῶν ἐποιεῖτο· τουτέστι τὸ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλειν σφόδρα, ἀσφαλῶς δὲ τὸ θέλειν κέκτηται, ὡς ἂν μὴ ἐπάναγκες μηδὲ παρὰ προαίρεσιν φυλάττοιτό τις τὰς ἐντολὰς, ἀλλ' ἐθελοντὴς, καὶ μετὰ τοῦ στέργειν σὺν πάσῃ προθυμίᾳ καὶ γνησίως ἀγαπᾷν τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ φυλακήν. 23.1348 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. Ὁ μακαριζόμενος τὸ οἰκεῖον φῶς οὐ διαλείπει, ἐξανατέλλων οὐ πᾶσι, τὴν διδασκαλίαν δὲ τοῖς εὐθέσιν αὐτοῦ, καὶ τὸ τῆς γνώσεως φῶς ἔνδον ἐν τῇ τῶν εὐθέων γενεᾷ παρέχων, καὶ τοὺς εὐθεῖς φωτίζων. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Οὐκ ἀποκλείει τὰ ἑαυτοῦ σπλάγχνα, ἀλλὰ μεταδίδωσι τῶν ὑπαρχόντων τοῖς δεομένοις, διὰ τὸ φυλάττειν ἐντολὴν τὴν λέγουσαν· Τίς ἆρα πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Ὁ τοιοῦτος, φησὶ, καὶ τοιαῦτα πράττων, οὔτε πεσεῖται, οὔτε σαλευθήσεται τῆς ἐπὶ τὴν πέτραν στάσεως. Οὔτε γὰρ ἀπειλαῖς ἀρχόντων πτήξει, οὔτε τῶν θορυβεῖν καὶ ταράττειν αὐτὸν πειρωμένων ἐν καιροῖς περιστατικοῖς. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδ' ἐκ λόγων ψευδῶν, ἐπαγγελλομένων μὲν ἀλήθειαν, ἐπηρμένων δὲ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, πείσεταί τι δεινὸν, ἅτε δὴ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, καὶ μηδενὸς αὐτὸν χωρίζοντος ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον, ἐστήρικται ἡ καρδία αὐτοῦ· οὐ μὴ φοβηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. ∆ιὰ ταῦτα, φησὶν, οὐ σαλευθήσεται, ἀλλ' οὐδὲ ἀπὸ ἀκοῆς πονηρᾶς φοβηθήσεται, ἐπειδὴ ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἀνθ' οὗ ὁ Σύμμαχος ἐποίησεν· Ἑδραία ἡ καρδία αὐτοῦ ἀμέριμνος ἐν Κυρίῳ. ∆ιὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ· καὶ οὐ μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων