492
ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα παραμένει. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Ἐπειδὴ περὶ τῶν διὰ πίστεως τελειουμένων ὁ πᾶς λόγος, καὶ περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ τοῦ κατὰ τὴν θείαν διδασκαλίαν θεοσεβοῦντος, εἴρηται, ἀκολούθως μνημονεύει καὶ τῶν ἐκ περιτομῆς διαπριομένων ἐπὶ τῇ προκοπῇ τῶν ἐξ ἐθνῶν. ∆ιὸ λέλεκται· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται, ὡς τοῦ παρανόμου μὲν εἰληφότος νόμον, παραβεβηκότος δὲ αὐτόν. Τοιοῦτος δὲ πᾶς ὁ ἐκ περιτομῆς, ὃς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ τοὺς ὀδόντας αὐτοῦ βρύχει. Ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ἄπιστοι ταὐτὸν πάσχουσιν ἐπὶ τῇ προκοπῇ τῶν ἐξ αὐτῶν μεταβεβηκότων ἐπὶ τὴν κατὰ Θεὸν πολιτείαν. Πλὴν ἀμφότερα τὰ τάγματα διαπριόμενα κατὰ τῶν ἐν Χριστῷ τελειουμένων ἐκτακήσεται, τῆς ἐπιθυμίας αὐτῶν ἀπολλυμένης. ΑΛΛΗΛΟΥΙΑ ΑΓΓΑΙΟΥ ΚΑΙ ΖΑΧΑΡΙΟΥ. ΡΙΒʹ. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Πάντα τὸν διὰ τὸ φοβεῖσθαι Κύριον μακάριον γεγενημένον ἄνδρα ὑποτυπωσάμενος ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τόν τε βίον τῶν τοιούτων καὶ τὴν κατὰ Θεὸν πολιτείαν, καὶ τὸ ἐπὶ τούτοις παρὰ Θεῷ τέλος ὑπογράψας ἐν τῷ προκειμένῳ, τίνες ποτέ εἰσιν οὗτοι, καὶ τίνων τυγχάνουσι παραπλήσιοι διδάσκει, παῖδας αὐτοὺς καλῶν διὰ τὸ νεαρὸν καὶ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας, καὶ τούτους ἐπὶ τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, παῖδες, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος δούλους ὠνόμασαν φήσαντες· Ὑμνεῖτε, δοῦλοι, Κύριον, ὑμνεῖτε τὸ ὄνομα Κυρίου. ∆ούλων γὰρ οὐδὲν διενηνόχασιν οἱ παῖδες, φόβῳ δουλείας παιδαγωγούμενοι. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὡς ἀγνοοῦσι τοῖς παισὶν ὅπως χρὴ τὸν Κύριον ὑμνεῖν τὸ προφητικὸν Πνεῦμα δίκην παιδαγωγοῦ καὶ διδασκάλου τὰς φωνὰς αὐτὰς παραδίδωσιν. Εὐχὴ δὲ αὕτη ἐστὶν ὑπὲρ ἡμῶν αὐτῶν τῶν παίδων ἀναπεμπομένη, ὡς ἂν διαμείνῃ ἡμῖν τὸ τοῦ Κυρίου ὄνομα εἰς τὸ διηνεκὲς, μὴ φεῦγον ἡμᾶς, ἀλλ' ἀναπαυόμενον τῷ ἡμετέρῳ βίῳ. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ πότε τέλους ἔτυχεν ὁ λόγος ἀλλ' ἢ μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Πρὸ γοῦν ταύτης ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἐλέγετο γνωστὸς εἶναι Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, τῶν ἔξω τῆς Ἰουδαίας ἐθνῶν δαίμοσι καταδεδουλωμένων καὶ πνεύμασιν ἀκαθάρτοις, καὶ τοῖς τῆς εἰδωλολατρείας ἀντεχομένοις τοῦ ὀνόματος τοῦ Κυρίου μηδὲ εἰς ἔννοιαν ἥκοντος. Ὅτε γε μὴν ἐπιφανεὶς αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς αὐτοῦ μαθητὰς ἐπὶ πάντα διεπέμψατο τὰ ἔθνη, τηνικαῦτα πληροῦται ὁ διὰ τῶν προκειμένων φωνῶν τοῖς πᾶσι παραδοθεὶς ὕμνος. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; ∆ιδάσκεται δὲ διὰ τούτων ὁ νέος λαὸς, ὡς εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ' οὖν καὶ οὕτω πλήρης ἐστὶ πᾶσα ἡ γῆ καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ' ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἐστὶ καταδεές. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγὼ, καὶ οὐ Θεὸς πόῤῥωθεν, ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ, ὁ κατέχων τὸν γύρον τῆς γῆς; Ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους ἦν αὐτῷ ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, συγκαταβαίνων τῇ παχύτητι αὐτῶν· εἶτα κατὰ μικρὸν