493
ἀνάγων αὐτῶν τὴν διάνοιαν καὶ πτερῶν τὴν γνώμην καὶ ἀναβιβάζων, ἠρέμα ἐπάγει ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τουτέστι καὶ ἄνω καὶ κάτω. Τοῦτο δὲ εἶπε διὰ τὴν 23.1352 ἀσθένειαν τὴν Ἰουδαϊκὴν, τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. Εἰπὼν γοῦν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, δίδωσι νοεῖν, ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα, καὶ διὰ πάντων ἥκει. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν καὶ ἀχώρητος ὢν καὶ ἀπερίγραπτος καὶ πᾶσι περιιστάμενος. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Οὐ γὰρ ζητεῖ ὅπως ἄν τις τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως ἐπάξιον, ἀλλ' ὅπως ἐκείνοις χωρητόν. Καὶ ἀλλαχοῦ δὲ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς ἐκ τοῦ τὰς οὐρανίας δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ δόξαν ἐνιδρυμένην ἔχειν· καὶ ἡ γῆ ὑποπόδιον, διὰ τὸ ἐπὶ γῆς τοὺς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Ἐνταῦθα δὲ ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν ὁ ∆αυῒδ, ἐφ' ἕτερον ἔρχεται τῆς δυνάμεως τοῦ Θεοῦ δεῖγμα λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ὑμνεῖ τὴν δύναμιν τοῦ Θεοῦ, ῥᾳδίως μεταβάλλουσαν ἃ βούλεται. Οὐ μόνον γὰρ, φησὶ, πλουτίζει τὸν πένητα καὶ δοξάζει, ἀλλὰ καὶ τοῖς ἄρχουσι τοῦ λαοῦ συγκαθίστησι, καὶ εἰς ἀρχὴν ἀνάγει. Μεγάλης γὰρ δυνάμεως καὶ ἀφάτου τὸ τὰ μικρὰ ἐπαίρειν. ∆ύναται δὲ ὁ στίχος καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι, περὶ οὗ φησιν ὁ προφήτης· Καὶ διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. Τοῦτον γὰρ τὸν πτωχὸν καὶ πένητα λαὸν, ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας, καὶ τῆς ἀτιμίας τῶν παθῶν καὶ τῆς κοπρίας τῶν Ἑλληνικῶν μυσαγμάτων, καθίσει μετὰ τῶν ἀρχόντων τοῦ Ἰσραὴλ, ὄντος λαοῦ αὐτοῦ. Εἰσὶ δὲ οἱ ἀπόστολοι ἄρχοντες τοῦ Ἑβραίων λαοῦ, ἢ καὶ οἱ πατριάρχαι, μεθ' ὧν κατασκηνώσουσιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες. Καὶ τοῦτό φησιν ὁ Κύριος· Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι μὲν οὖν ὁ λόγος καθολικός. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν αὐτὸν βουληθείη, ὄψεται τοῦτο πάλιν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενον. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ' ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, καὶ εἰς οὐρανὸν ἐκάθισε τὸν ὑψηλότερον. Κοπρίαν δὲ ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα. Ταῦτα δὲ καὶ ἡ μακαρία Ἄννα εἴρηκε, τὸν χαριστήριον ὕμνον προσφέρουσα τῷ Θεῷ· Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. Ὁρῶμεν 23.1353 δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ γινόμενα. Οὕτω τὸν μακάριον ∆αυῒδ, ποιμένα ὄντα, βασιλέα πεποίηκε· οὕτω τὸν Ἰωσὴφ, εἰς δουλείαν μεταπεσόντα, ἐπὶ τὸν βασιλικὸν ἐκάθισε θρόνον· οὕτω τὸν Μωσέα, προβατέα γενόμενον, δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τῇ δουλείᾳ τῆς ἀσεβείας δουλεύοντα καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας καὶ βδελυγμίας ἐπικαθήμενα, τῶν τοῦ Ἰσραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀνθρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ ᾅδου πυθμένα, ἀνέλαβε καὶ ἀνήγαγε, καὶ ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ