494
ἐν τῷ μέλλοντι. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΓʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργεσίας διεξιὼν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν διηγούμενος, καὶ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα, καὶ ὡς εἷς ἐστι Θεὸς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης. Ἀντὶ δὲ τοῦ, Ἐκ λαοῦ βαρβάρου, ὁ μὲν Ἀκύλας, Ἀπὸ λαοῦ ἑτερογλώσσου· ὁ δὲ Σύμμαχος, Ἐκ λαοῦ ἀλλοφώνου, ἐκδέδωκεν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Πάλαι μὲν γὰρ, ὅτε διὰ Μωϋσέως τὴν ἐξ Αἰγύπτου πορείαν ἐποιήσαντο οἱ ἀπὸ τοῦ προτέρου λαοῦ, βραχύ τι μόριον τῆς γῆς καὶ σφόδρα εὐτελὴς γωνία τῆς ἁπάσης οἰκουμένης, Ἰουδαία, ἐξείλεκτο τῷ Θεῷ, καὶ ἔθνος ἓν τὸ Ἰουδαίων· ἐπεὶ δὲ, τῆς σωτηρίου ἐπιφανείας τῆς χάριτος ἁπλωθείσης καθ' ὅλης τῆς οἰκουμένης, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, καὶ ὑψηλὸς οὐκ ἐπ' ἔθνος τὸν Ἰσραὴλ, ἀλλ' ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη γέγονεν ὁ Κύριος. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡσεὶ ἀρνία προβάτων. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σοὶ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡσεὶ ἀρνία προβάτων; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. ∆οκεῖ μοι πάλιν ἐντεῦθεν ὁ λόγος τὴν προφητείαν ποιεῖσθαι τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως. Πάλαι μὲν γὰρ, φησὶ, κατὰ τὴν ἐξ Αἰγύπτου πορείαν, Ἰουδαία μόνη γέγονεν ἁγίασμα τοῦ Θεοῦ, καὶ μόνος Ἰσραὴλ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. Καὶ πάλαι μὲν μερική τις γέγονεν αἴσθησις θαλάσσης, καὶ ποταμοῦ καὶ ὀρῶν καὶ βουνῶν· νῦν δὲ τὸ πᾶν στοιχεῖον τῆς γῆς κινείσθω καὶ σαλευέσθω· μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν, ὠδινησάτω, ὅπως πληρωθῇ τὸ εἰρημένον ὑπὸ Ἡσαΐου προφήτου· Τίς 23.1356 ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰσάπαξ; Τῆς γὰρ κλήσεως τῶν ἐθνῶν καὶ τῆς τοῦ Θεοῦ χάριτος μελλούσης χεῖσθαι καθ' ὅλης τῆς ὑπὸ τῶν ἀνθρώπων οἰκουμένης, ἀνάγκη πᾶσα ἦν τὰ ἐξ αἰῶνος ἱδρυμένα σεβάσματα τῶν ἐθνῶν σάλον καὶ κλόνον παθεῖν, καὶ τοὺς ἐν αὐτοῖς δαίμονας φυγεῖν, ἵνα τῷ Θεῷ γεννηθῇ καθ' ὅλης τῆς οἰκουμένης ὁ ἐξ ἐθνῶν λαός. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα τῶν χειρῶν ἀνθρώπων. Ἐνταῦθά μοι δοκεῖ τὸ Πνεῦμα τὸ ἅγιον αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν, εὐχήν τε αὐτοῖς παραδιδόναι εἰς ἐξομολόγησιν, ἐκ προσώπου τε αὐτῶν τὰ παρόντα φάσκειν, δι' ὧν παρίστανται μηκέτι ἔχοντες τὴν ἐπισκοποῦσαν αὐτοῖς θείαν δύναμιν· δι' ὧν διδάσκονται δέεσθαι καὶ παρακαλεῖν διὰ τοῦ λέγειν· Ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος, ἧς κατηξίωνται πάντα τὰ ἔθνη· ἀλλὰ μὴ ἡμῖν ποιήσῃς ∆έσποτα· ἀλλὰ διὰ τὸ ὄνομά σου τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ' ἡμᾶς, καὶ μὴ ταῖς ἡμῶν δικαιοσύναις, ἀλλὰ τῷ σῷ ἐλέει χάρισαι καὶ τῇ σῇ ἀληθείᾳ. Εἰ γὰρ μὴ ἐλεήσειας, ἐροῦσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλ' ἵνα μή ποτε τοῦτον εἴπωσι τὸν λόγον, χάρισαι ἡμῖν καὶ δώρησαι ἔλεός σου. Κἂν γὰρ μὴ ἡμᾶς μηκέτι ἡ σὴ ἐπισκοπὴ διακυβερνᾷ, ἀλλὰ πεπείσμεθά σε εἶναι ἐν τῷ οὐρανῷ, καὶ ταῦτα ποιεῖν ἅπερ