495
ἠβουλήθης. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν· ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προσθείη Κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαί 23.1357 νοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ∆ιέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγʹ ψαλμοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε εἶναι ριδʹ ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐτὰ τοῦ ριγʹ ὕμνου. ∆οκεῖ οὖν τὰ προκείμενα ἀνηρτῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν· δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομισμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον ἔχοντα, οὐ φημὶ τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ' οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστηκεν. Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν. ΑΛΛΗΛΟΥΙΑ. ΡΙ∆ʹ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην; Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου· ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ