496
ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαίρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν· ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ 23.1360 κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν· ἐκεῖ δὲ οὐκ ἔστιν ἀλλοίωσις, οὔτε σώματος, οὔτε ψυχῆς. Οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτάραχον τῶν λογισμῶν ἀφαιρουμένης. Χώρα ἐστὶν ἐκείνη τῶν ἔτι ζώντων, ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ ὁ προφήτης κατεπαγγέλλεται, ὡς ὑπ' οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι ζώντων. Ἐκείνη χώρα ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα, οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐ τῶν ἔξωθέν τι περιστατικῶν· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθινὴν ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΕʹ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Συνῆπται καὶ ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλελεγμένων, καὶ μέρος εἶναι αὐτῶν. Ἐπεὶ μὲν γὰρ εἰρήκει· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· καὶ πάλιν· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων· ἐνταῦθα δὲ ἐπισυνάπτει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβήν· Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἐταπείνωσα ἐμαυτὸν, καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἐκακώθην σφόδρα. Τοῦτο δὲ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην, ὅτι πᾶς ἄνθρωπος ψεύστης· διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς, ὡς ἄνθρωπος ἀποφηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπών· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων, ψεύσωμαι· τούτου χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς ψυχῆς ἀναπαύσει, καὶ τῇ χώρᾳ τῶν ζώντων, καὶ διὰ τοῦ πιστεῦσαι λαλήσας ταῦτα αὐτὰ, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας, καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα· καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. Τὰ δ' ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; Ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα· ἢ γὰρ ἂν καὶ ἐψευσάμην· ἀλλ' ἐπίστευσα τοῖς τοῦ Θεοῦ λόγοις, καὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον τοῦ σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ ὁ δοῦλος σὸς, ἐγὼ 23.1361 δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. ∆ιέῤῥηξας τοὺς δεσμούς μου. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν, τῆς Ἐκκλησίας. ∆εσμοὺς δὲ οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο.