497
Ἐλευθερωθεὶς δὲ τῆς ἁμαρτίας, καὶ υἱὸς τῆς σῆς παιδίσκης γινόμενος τῆς Ἐκκλησίας, τῶν προτέρων ἀνέθην ἁμαρτημάτων διὰ τῆς σῆς χάριτος. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Προκοπὴν σημαίνει τῷ ταῦτα λέγοντι, φημὶ δὲ τῷ ἐξ ἐθνῶν λαῷ. Τῷ γὰρ, Σοὶ θύσω θυσίαν αἰνέσεως, τοῦ σώματος καὶ τοῦ αἵματος, φησὶ, μεταλήψομαι, καὶ ἐν τῇ τούτων μεταλήψει τὸ ὄνομά σου ἐπικαλέσομαι, καὶ τὰς εὐχαριστηρίους εὐχάς σοι τῷ Κυρίῳ ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ, καὶ ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ τὰς ἐπαγγελίας ἅς ποτε ἐποιησάμην. ΑΛΛΗΛΟΥΙΑ. ΡΙʹ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἀνακαλεῖται τοίνυν ὁ λόγος ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα ἔθνη· εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· Ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προφητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τέως μὲν γὰρ ἔθνη τυγχάνοντα, οὔπω λαὸς ἦν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου, καὶ μετασχόντα τῶν τοῦ Θεοῦ μυστηρίων δι' ἀναγεννήσεως καὶ λουτροῦ παλιγγενεσίας, γίνονται αὐτοῦ λαοί. Ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν παρ' Ἑβραίοις προφητῶν Θεὸν ὑμνούντων, καὶ τὰ αὐτὰ ἀναγνώσματα, μαθήματά τε καὶ δόγματα διδασκομένων. Ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα, οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ' ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΖʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ ὁ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προκειμένοις, τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περιτομῆς λαὸς, καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώτους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ· ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ Εὐαγγελίῳ, κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Εἰ δέ 23.1364 τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα τοὺς Ἰουδαίους εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ' οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἦλθον ἀλλ' εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσι. Πάντα τὰ ἔθνη