498
ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παραλαβὼν τὰ τέλη τῶν ἀσεβῶν. Ἔγνων γὰρ, ὅτι ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, ἢ ἐπεσβέσθησαν ὡς πῦρ ἐν ἀκανθῶν ὡς μηκέτι με ταράττεσθαι, εἴ ποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους, καὶ τῷ λαῷ Θεοῦ ἐπανισταμένους. Πεπαίδευμαι γὰρ ὁποῖον αὐτοὺς τέλος περιμένει. ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοὶ, ἀλλ' ἐπ' ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνῃ προγράφεται· κατ' εἶδος δὲ λοιπὸν διαιρῶν τις, εἴποι ἀναλόγως τὸ, Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, καὶ πύλας φρονήσεως, καὶ τῶν λοιπῶν τῶν κατὰ Θεὸν πράξεων. Ἐπειδὰν διὰ πασῶν παρέλθῃ τῶν πυλῶν, λοιπὸν ἐπὶ τὸ τέλος τῶν, ὡς ἂν εἴποι τις, ἐνδοτάτω ἁγίων ἐλθὼν, οὐκέτι πολλὰς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ Κυρίου, δι' ἧς πάντες εἰσελεύσονται οἱ δίκαιοι. Εἴποι δ' ἄν τις ταύτην τὴν ὑστάτην καὶ 23.1365 τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προσελθεῖν Ὑστάτη δὲ πύλη τοῦ Κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐεργεσίαν καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσί φησιν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον τοὺς ἀπολαύοντας, ὥστε ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους διαδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε, μετὰ τὸ τυχεῖν, μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ Κύριος ἐπέφανέ τε καὶ ἔδειξε· διό φασιν, Εὐλογήκαμεν ὑμᾶς· ὅτι ἐπέφανε τὴν ὑμετέραν δείξας σωτηρίαν. Ἐπευξάμενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ Πνεύματι τὰ προκείμενα οἱ προφῆται, μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦσθαι. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου, ὑμεῖς οἱ ἐξ ἐθνῶν ἐν τοῖς πυκάζουσι. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· ∆ήσατε ἑορτὴν ἐν πιμελέσιν· ὁ δὲ Σύμμαχος· Συνδήσατε ἐν πανηγύρει πυκάσματα ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Προστάττει δὲ διὰ τούτων πολλοῖς κειμηλίοις πληροῦν τὸν οἶκον τοῦ Θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Προστάττεται δὲ ὁ συγκροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ οἴκου