499
Ἀαρὼν, καὶ ἐκ τῶν φοβουμένων τὸν Κύριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τὸ, Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τίνι δὲ ταῦτα λέγει ἢ τῷ ἀνωτέρω δεδηλωμένῳ Κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτὸν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΗʹ. Μακάριοι οἱ ἄμωμοι ἐν τῇ ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐν 23.1368 τολάς σου φυλάξασθαι σφόδρα. Ὤφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Τότε οὐκ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἄμωμοι δ' ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ὁδῷ, οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς τυγχάνων τῶν θείων μαθημάτων· ὡς ἂν μὴ ἐπιτρίβοιτο αὐτὸς χαυνούμενος, ὡς ἤδη μακάριος· γινώσκῃ δὲ, ὅτι μακρὰ ἀφυστερεῖ τῶν μακαριζομένων. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Περὶ τῶν μαρτυρίων ἤδη διηγησάμεθα· ὁδὸς οὖν μαρτυρίων τούτων εἴη ἂν τὸ ὁδεῦσαι κατὰ τὸ βούλημα αὐτῶν, οὐκ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ μετὰ πάσης εὐφροσύνης, καθὸ ὁ Προφήτης φησίν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Τοὺς δικαιοκρισίας σου, φησὶ, λόγους ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελοῦμαι. Φοβοῦμαι δὲ μήποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται· διόπερ εὐχὴν ἐποιησάμην· τὸ δι' ἁπάσης τῆς ἐμαυτοῦ ζωῆς, καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως· ἢ καὶ ἄλλως, τῆς σῆς καθ' ὅλου προνοίας, ὦ Κύριε, τὰ κρίματα εἰδέναι ἐπεθύμησεν ἡ ψυχή μου. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνείδιζόν με, φησὶ, παλαιὰ εἰ τύχοι ἁμαρτήματα· ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες, ὡς οὐδενὸς ἄξιον λόγου. Ἐγὼ δὲ καταμόνας καθήμενος, καὶ τοῖς θείοις λόγοις προσανέχων, καὶ μηδένα κεκτημένος σύμβουλον μηδ' ἄλλην ἔχων παραμυθίαν, τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με 23.1369 κατὰ τὸν