500
λόγον σου. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὥσπερ ἀρχὴ κοιμήσεώς ἐστι νυσταγμὸς, οὕτως ποτὲ καὶ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν, καθελκομένη μὲν ὥσπερ εἰς ὕπνον, τὸ ἁμάρτημα, ἀνανεύουσα δὲ καὶ ἐγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης. Ἀναγκαίως δὲ συνετισθῆναι ἀξιῶ, καὶ φωτισθῆναι τοὺς ὀφθαλμούς μου εἰς κατανόησιν τῶν νόμων, ἵνα πᾶσα ὁδὸς ἀδικίας ἀποστῇ ἀπ' ἐμοῦ. Ἀντὶ δὲ τοῦ, Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, ὁ μὲν Ἀκύλας, Ὁδὸν ψεύδους ἀπόστησον ἀπ' ἐμοῦ, εἴρηκεν· ὁ δὲ Σύμμαχος, Ὁδὸν ψευδῆ περίελε ἀπ' ἐμοῦ· ὡς ἀληθεύειν τὴν προειρημένην ἐξήγησιν. Εὔχεται γὰρ ἕκαστος ἐκτὸς γενέσθαι πάσης ψευδοδοξίας καὶ τῆς περὶ τὰς θείας Γραφὰς ψευδοῦς ὑπολήψεως. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Τὸν στίχον τοῦτον ἐρεῖ μόνος ὁ καταφρονῶν μὲν τῶν βλεπομένων ὡς προσκαίρων, σκοπῶν δὲ τὰ μὴ βλεπόμενα ὡς αἰώνια, καὶ μόνα κυρίως ἀληθῆ, καὶ ἐπ' ἐκεῖνα σπεύδων. Οὐκ ἀληθείας γὰρ ὁδὸς, ἣν αἱρεῖται ὁ πραγματευόμενος τὸν κάτω πλοῦτον καὶ τὰς ἐπὶ γῆς δόξας. Ὁ οὖν ἑλόμενος ὁδεύειν, ὡς ἀποδεδώκαμεν, τὴν τῆς ἀληθείας ὁδὸν, οὗτος οὐκ ἐπιλανθανόμενος τῶν κριμάτων τοῦ Θεοῦ καὶ τῶν ἀνταποδόσεων αὐτοῦ τὸ τοιοῦτον πράττει. Ὁ φιλαλήθης καὶ μήποτε προφέρων ψευδῆ λόγον διὰ στόματος εἴποι ἄν· Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀλλὰ καὶ ὁ διαπαντὸς πρὸ ὀφθαλμῶν τιθέμενος τὰ τοῦ Θεοῦ κρίματα καὶ ἐπὶ πάσῃ πράξει μεμνημένος αὐτῶν ἐρεῖ· Τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς. Κεκόλληται τοῖς μαρτυρίοις ὁ ἐπὶ λόγοις τοῖς περὶ οὐρανοῦ καὶ γῆς, ἤ τινος τῶν γεγραμμένων παραδεδομένοις ἑνῶν ἑαυτὸν, καὶ μηδαμῶς αὐτῶν ἀφεστηκώς. Οὗτος καὶ θαῤῥείτω κἂν πρότερον ἔργα αἰσχύνης πεποιηκώς· ἢ καὶ αἰτείτω ἀπὸ Θεοῦ ἄφεσιν, καὶ λεγέτω· Κύριε, μή με καταισχύνῃς. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. ∆ιέδραμον, φησὶν, ἐν βραχεῖ χρόνῳ οὐ μιᾶς ἐντολῆς, ἀλλὰ πασῶν ἐντολῶν σου τὴν ὁδὸν ἔργοις ἐπιτελῶν, καὶ αὐταῖς πράξεσι τὰ ὑπὸ τῶν ἐντολῶν σου διηγορευμένα. Ὅθεν καὶ Παῦλος, τετελεκὼς τοῦτο, φησί· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὰ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖ, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νομοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐν αὐτῷ εἰς ἀναζήτησιν αὐτῆς. Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Βούλεται ἐξερευνῆσαι τὸν νόμον τοῦ Θεοῦ ὁ προφήτης ἐπιστάμενος, ὅτι οὐκ ἔστι σαφὴς καὶ εὐκαταφρόνητος. Συνέτισόν με τοίνυν, ἵνα ζητήσω αὐτὸν μετὰ τῆς πρεπούσης ἐρεύνης καὶ ἐπιστασίας, ὡς ἐξ αὐτοῦ λαβεῖν τῶν πρακτέων καὶ θεωρητῶν τὴν χρῆσιν καὶ κατάληψιν· οὕτω γὰρ δυνήσομαι φυλάξαι αὐτὸν ἐν ὅλῃ καρδίᾳ ἀνενδοιάστως αὐτῷ προσερχόμενος. Εἰ δὲ συνέσεως δεῖται ἵνα μόνον ἐρευνήσῃ τὸν νόμον, τίνος δεῖται, συνέσεως ἀπὸ Θεοῦ διδομένης, ἵνα εὕρῃ τὸ τέλος; Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Ἵνα εἴπῃ τὸν νόμον, ἤτοι τὴν τρίβον· ἔστι γὰρ ἐντολῶν τρίβος. Τρίβος δὲ λέγεται ἡ τετριμμένη ὁδὸς, ἣν πολλοὶ πρὸ ἡμῶν ἐπορεύθησαν τῶν δικαίων. Ἐὰν δέ τις μὴ ὁδηγῷ χρήσηται τῷ δικαίῳ, οὐ δύναται ὁδεῦσαι κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ Χριστοῦ γὰρ ἡμᾶς δεῖ γίνεσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ