501
ὁδῷ σου ζῆσόν με. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς, ὅτι χωρὶς Θεοῦ οὐδὲν δυνάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε, οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ' ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ' ἐμοί; Εἰ δὲ μὴ, πανταχοῦ ἐπέπλεξε τοῖς ἀπὸ τοῦ Θεοῦ τὰ ἐφ' ἡμῖν. Ἀπὸ τοῦ Θεοῦ τό· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· τὸ δ' ἐφ' ἡμῖν· Καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δ' ἐπ' ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ. Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου· τί τὸ ἐπ' ἐμοί; Ὅτι αὐτὸν ἠθέλησα· δῆλον δὲ ὅτι τὸν ἀνωτέρω εἰρημένον νόμον, ὥστε αἰτῶμεν τὰ ἀπὸ Θεοῦ προσγενέσθαι ἡμῖν, ἐπαγγελλόμενοι καὶ τὰ ἐφ' ἡμῖν καὶ μὴ ψευδόμενοι, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀθετῶμεν συνθήκας. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ ἕνεκεν τοῦ ὀνόματος Χριστοῦ μαρτυ 23.1373 ρεῖν. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ᾖρα τὰς χεῖρας πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἆραι χεῖρας πρὸς ἐντολάς ἐστι τὸ πᾶσαν πρᾶξιν πρὸς ἐντολὰς θείας ἁρμοζομένην ἐργάζεσθαι. Οὐκοῦν ἑκάτερον μὲν ὁ Ψαλμῳδὸς ἑαυτῷ μαρτυρεῖ· ὁμοῦ δὲ ἡμῖν νομοθετεῖ ταῖς ἐντολαῖς τοῦ Θεοῦ παρέχειν τὴν κατόρθωσιν, παρέχειν δὲ καὶ τὴν ἐπὶ πολὺ μελέτην καὶ θεωρίαν· οὕτω γὰρ αὐτοί τε κατορθοῦν ἀκριβέστερον, καὶ τοὺς ἄλλους ἐνάγειν εἰς κατόρθωσιν ἕξομεν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με. Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτὸν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην, μηδὲ κατ' ὀλίγον κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν ἀνεχόμενος. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Μερίς μου εἶ, Κύριε· εἶπα φυλάξασθαι τὸν νόμον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασι, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μηδ' ἐν τῷ θέλειν τὰ τοιαῦτα, ἀλλ' ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικὸν, περὶ οὗ ὁ Παῦλος λέγει· Οἴδαμεν ὅτι πνευματικός ἐστι νόμος, καὶ τὰ ἑξῆς. Πῶς γὰρ οὐ φυλάξουσι τὸν νόμον ἢ τὰς ἐντολὰς τοῦ Κυρίου οἱ μερίδα αὐτὸν ἔχοντες κατὰ τοὺς Λευΐτας, οἷς διηγόρευται μηδὲν κεκτῆσθαι κατὰ τὸν βίον; Λέλεκται γάρ· Τοῖς Λευΐταις καὶ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν, οὐκ ἔστι μερὶς, οὐδὲ κληρονομία ἐν τοῖς υἱοῖς Ἰσραὴλ, διότι Κύριος μερὶς αὐτῶν. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου