502
σου οὐκ ἐπελαθόμην. Μεσονύκτιον οὐκ ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. Ἐὰν κατανοήσῃς τὸ πλῆθος τῶν ἁμαρτανόντων, τῶν ἀσεβούντων, τῶν ἀδικίαν εἰς Ὕψος λαλούντων, καὶ ἴδῃς τοῦ Θεοῦ τὴν μακροθυμίαν ἐπὶ τὰ τοσαῦτα ἁμαρτήματα, πῶς καὶ μετὰ τοσαῦτα πάντα ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ 23.1376 βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, ἐρεῖς· Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Ἀντὶ τοῦ· Χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου, ἐξέδωκεν ὁ Σύμμαχος. ∆ιδάσκεται δὲ ὁ τὰ θεῖα πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τῆς εἰς αὐτὸν γεγενημένος τοῦ Θεοῦ εὐεργεσίας· εἰδέναι δὲ, ὅτι, χρηστότητος Θεοῦ φθανούσης εἰς αὐτὸν, κατηξίωται δοῦλος χρηματίσαι Θεοῦ, κατὰ τὸν λόγον αὐτοῦ γενόμενος. Πρὸ τοῦ ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. ∆ιὰ τὰς προτέρας, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς ἐταπεινώθην, κρίσει Θεοῦ ταῦτα παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας, ὡς ἂν γνῶ ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο. Χρηστὸς εἶ σὺ, Κύριε, καὶ τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. ∆ικαίου ἔργον ἐστὶν, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν εὐαρεστούμενον καὶ κατακληρούμενον ἀπὸ τῆς Προνοίας, ἱλαρῶς δεχομένου λέγειν, καὶ ἐπὶ τοῖς πικροτέροις εἶναι νομιζομένοις, τῷ Θεῷ τό· Χρηστὸς εἶ σὺ, καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Ἀντὶ τοῦ, Χρηστὸς εἶ σὺ, αἱ λοιπαὶ ἐκδόσεις· Ἀγαθὸς εἶ σὺ, ἡρμήνευσαν. Οἶδα μὲν οὖν, φησὶ, καὶ οὐκ ἀμφιβάλλω περὶ τῆς σῆς οὐσίας, ὅτι δὴ αὐτοάγαθον πέφυκεν· ἀλλὰ δέομαι διδασκαλίας τῶν δικαιωμάτων σου, ἣν ἀξιῶ διδάξαι με· διδασκαλίας γάρ μοι δεῖ, εἰς τὸ γνῶναι τοὺς περὶ τῶν ὑπερηφάνων λόγους. Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Ὅσῳ δίκαιός τίς ἐστι, προστιθέμενος ἐπὶ πλεῖον τῷ Θεῷ, καὶ πληθύνεται ἐν αὐτῷ ἡ εἰρήνη τοῦ Θεοῦ, τοσούτῳ, ὡς ἐπὶ ἀθλητὴν μείζονα ἐπ' αὐτῷ πληθύνεται, ἢ τῶν ἀδικεῖν αὐτὸν θελόντων ὑπερηφάνων, εἴτε δυνάμεων ἀντικειμένων, εἴτε ἀνθρώπων. Τούτου δὲ γινομένου, οὐδὲ κατὰ τὸ ποιὸν ἐνδίδωσιν τοῦ μὴ ἐν ὅλῃ καρδίᾳ ἐξερευνᾷν τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸς τὸ καὶ ποιῆσαι αὐτάς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Πρὸ μὲν γὰρ τῆς ὑπερηφανίας εὔεκτοί τινες καὶ ἁπαλοὶ ἦσαν τὴν καρδίαν, καὶ πότιμοι ὡς τῷ γάλακτι αὐτὴν παραβάλλεσθαι τροφιμωτάτῳ· ἡνίκα δὲ τὴν ὑπερηφανίαν ἐνεδύσαντο πάντες, καὶ σκληρυνθέντες, οἱονεὶ ἀπὸ γάλακτος εἰς τυρὸν μεταβεβλήκασιν. Ἀντὶ δὲ τοῦ, ἐτυρώθη, ὁ μὲν Ἀκύλας φησίν· Ἐλιπάνθη ὡς στέαρ ἡ καρδία αὐτῶν· ὁ δὲ Σύμμαχος· Ἐμυαλώθη ὡς στέαρ ἡ καρδία αὐτῶν. Πλὴν ἀλλ' εἰ κἀκεῖνοι ἐν τούτοις ἦσαν, ἐγὼ τῶν ἐμοὶ προκειμένων οὐκ ἀνεχώρουν, ἐν ὅλῃ καρδίᾳ ἐξερευνῶν τὰς ἐντολάς σου, ἀπὸ τῆς τούτων ἐρεύνης τὴν γνῶσιν τῆς σῆς προ 23.1377 νοίας καὶ τῆς καθόλου διοικήσεως θηρώμενος, καὶ τῶν μὲν ἡ καρδία ἐλιπαίνετο ἐν τῇ παρούσῃ αὐτοῖς τροφῇ· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Οὐρανὸν μὲν γὰρ καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς λόγῳ δημιουργήσας καὶ προστάγματι, ὅτε ἦλθεν ἐπὶ τὸν ἄνθρωπον εἶπεν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν. Τίνι δὲ ἄλλῳ λέγει, Ποιήσωμεν