503
ἄνθρωπον, ἢ τῷ Μονογενεῖ αὐτοῦ καὶ τῷ Πνεύματι ἁγίῳ, οὓς καὶ χεῖρας νῦν ἀποκαλεῖ; Καὶ ἐν τῷ Ἰὼβ δὲ γέγραπται· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· μετὰ ταῦτα μεταβαλών με δεινῶς ὀλέκεις, ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου. Οὐκοῦν αἱ χεῖρες τοῦ Θεοῦ καὶ ἐποίησαν καὶ ἔπλασαν. Καὶ Ὠριγένης μὲν καὶ ἕτεροί τινες τὸ, ἐποίησαν, ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ, ἔπλασαν, ἐπὶ τοῦ σώματος. Ἄλλοι δὲ τὸ μὲν, ἐποίησαν, ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν εἰρῆσθαι, τὸ δὲ, ἔπλασαν, ἐπὶ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. Εἰ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, καὶ φθήσαιεν ἐμοὶ οἱ οἰκτιρμοί σου, οὐ καταποθήσομαι ὑπὸ τῆς ταπεινώσεως, ἀλλ' ἐγκαρτερήσας διὰ τῆς ὑπομονῆς, εὖ οἶδα ὅτι ζήσομαι. Τυχεῖν δὲ τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἀξιῶ· ἐπεὶ καὶ αὐτὸς τὰ παρ' ἐμαυτοῦ πάντα πληρῶν οὐ διαλιμπάνω, καὶ ἐν αὐτῇ τῇ ταπεινώσει τὸν νόμον σου μελετήσω. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. Πάντα γὰρ τὰ ἁμαρτήματα αἰσχύνης ἐστὶν ἄξια. Ἕως μὲν γὰρ καρδία ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς καὶ ἀγωνία μή πη ἄρα καὶ ἀσθενήσῃ καὶ χείρων ἑαυτῆς γένηται· ὅτε δὲ εἰς ἄκρον φθάσῃ τῆς τελειότητος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μή ποτε ἄρα καταισχυνθῇ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Σφόδρα ἀκολούθως ἑρμηνεύων τί ποτέ ἐστι τὸ σωτήριον ἐπιλέγει ἑξῆς· Εἰς τὸν λόγον σου ἐπήλπισα, σημαίνων, ὅτι τὸ σωτήριον ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντος· Πότε παρακαλέσεις με; ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; ∆ιηγήσαντο μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ ἐτέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Τὸ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ζῇν τὸ σὺν εὐσεβείᾳ ζῇν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. Τούτου γὰρ τυχὼν, ἐν εὐζωΐᾳ ἔσται, ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ Θεοῦ, μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ Λόγου τοῦ Θεοῦ, οὗ εἶπον αὐτοῦ στόμα εἶναι. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου, ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἀλήθειαν δὲ λέγει τὴν ἐπαγγελίαν ταύτην, ἣν οἶδε πάντως γενησομένην εἰς γενεὰν καὶ γενεάν. Καθ' ἑκάστην γὰρ γενεὰν μέρη τινὰ τῆς ἀληθείας ἀνθρώποις ἀποστέλλεις, καὶ τὰ σύμπαντα τοῦ κόσμου μέρη τά τε ὁρατὰ τῇ σῇ διατάξει συνέστηκεν, μὴ κινούμενα τῶν ὁρῶν, μηδὲ τὸν νόμον τὸν ὁρισθέντα αὐτοῖς παραβαίνοντα. Αἴτιον δὲ τῆς τούτων ἁπάντων διαμονῆς τὸ σὲ μόνον Κύριον εἶναι τῶν ὅλων· τὰ δὲ λοιπὰ πάντα σὰ δοῦλα, καὶ ὡς δοῦλα ὑποτέτακται. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἴρηται ὡς ὁ καιρὸς τῶν πειρασμῶν καὶ τῶν περιστάσεων ταπείνωσις ὀνομάζεται. Μακαρίου τοίνυν ἐστὶν ἀνδρὸς τὸ γενέσθαι ἐν τῇ ταπεινώσει, καὶ μὴ ἀπολέσθαι· οἱονεὶ ἐλήλυθα εἰς πειρασμὸν μαρτυρίου· εἰ μὲν ὁ νόμος τοῦ Θεοῦ μελέτη μου ἦν ἀεὶ πρὸ τοῦ ἐμπεσεῖν, καὶ ἤσκουν