504
αὐτὸν, ἐλθὼν ἐπὶ τὴν ταπείνωσιν τὴν κατὰ τὸν πειρασμὸν τοῦ μαρτυρίου, οὐκ ἀπόλλυμαι. Οὕτως ἁρμόζει καὶ ἐπὶ παντὸς πειρασμοῦ εἰπεῖν· ἀλλὰ καὶ τῶν πονηρῶν λογισμῶν καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμουσῶν ἐμοί. Εἶχον ἂν ἀπολεῖσθαι, εἰ μὴ ὁ σὸς νόμος ἀντιστήριγμά μου γένηται. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Ἀλλὰ μεμνήσομαι τῶν μαθημάτων σου, ὧν ἔμαθον ἐν τῷ βίῳ· δι' ἐκεῖνα γὰρ ἀπὸ γῆς εἰς οὐρανὸν μετελθὼν οἰκῶ μετ' ἀγγέλων. Ὥσπερ γὰρ ὁ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βεβαίαν ἀναλαβὼν ὑγίειαν δι' αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οἷς ἠκολούθησε τὸ οὕτως αὐτὸν μετ' εὐεξίας ὑγιαίνειν· οὕτως ὁ ἅγιος οὗτος, ὑπὸ Θεοῦ ζωοποιηθεὶς ἐν οἷς ἔσχε παρ' αὐτοῦ δικαιώμασι λέγει παρ' ὅλον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν, τὸ ἐν αὐτοῖς τὸν Θεὸν αὐτὸν ἐζηκέναι. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐμὲ ὑπέμειναν οἱ ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν 23.1381 ἡμέραν μελέτη μου ἐστίν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγοι που ὁ Σωτήρ· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καὶ τὰ ἑξῆς, λεκτέον, ὅτι τοῦτ' εἴρηται τῷ Σωτῆρι προσδιαστειλαμένῳ, καὶ φάντι· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς. Ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. Οἱ δὲ ἐνταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχάνουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων. Γίνεται δὲ πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐπεὶ, μηδενὸς ἐκβιασαμένου, οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ, ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμοσε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ, εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ Θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ Θεοῦ. Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Ἡ ψυχή τινος ἐν χερσὶν αὐτοῦ ἐστιν, εἴ ποτε ἐν κινδύνοις γεγένηται, καὶ τοῦτο ἡ συνήθεια λέγει ὅτι· Τὴν ψυχήν μου εἶχον εἰς τὰς χεῖράς μου. Ἐγὼ οὖν, φησὶν ὁ δίκαιος, καθημέραν ἀποθνήσκω, ἀεὶ κινδυνεύω διὰ τὸν λόγον σου, διὰ τὴν ἀλήθειαν, διὰ τὸν ἔλεγχον, διὰ τὴν βασιλείαν ἣν βασιλεύω· καὶ διὰ ταῦτα ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντός. Οὐ γὰρ ὁ κίνδυνος τοῦ θανάτου ἐποίει με ἐπιλαθέσθαι τοῦ νόμου σου. ∆ύναται δέ τις καὶ ὑψηλότερον νοῆσαι τὸ ῥητὸν, καὶ εἰπεῖν, ὅτι ἡ ψυχή μου ἐν ταῖς χερσί μου ἦν διαπαντὸς, ἀντὶ τοῦ, ἐν πράξεσιν ἀγαθαῖς· ἡ χεὶρ γὰρ ἐπὶ τῶν πράξεων πολλάκις παραδέδοται. Εἰ δὲ ἐν ταῖς χερσί σου εἴη, νοήσωμεν χεῖρας εἶναι τοῦ Θεοῦ τὴν δημιουργίαν αὐτοῦ, ᾗ προσιτέον διαπαντός. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσίν. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. 23.1384 Παρανόμους ἐμίσησα,