505
τὸν δὲ νόμον σου ἠγάπησα. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Εἰπὼν, Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, ἀκολούθως τὸν Θεὸν καὶ εἰς τοῦτο ἐπικαλεῖται, ὡς ἂν τῇ αὐτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυτοῦ ψυχῆς οἱ πονηρευόμενοι, σχολῆς τε τυχὼν τῆς κατὰ Θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι, καὶ μὴ ἀποπέσοι τῆς ἑαυτοῦ προσδοκίας· καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειούμενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ, καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς. Εἶτα συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι, καὶ λέγειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περιπλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται τούτων ῥυσθῆναι. Ἀντὶ δὲ, τοῖς ἀδικοῦσί με, Ἀκύλας ἐξέδωκε· Μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ὁ μετανοήσας καὶ ἀπὸ τῶν ἐνεργησάντων εἰς αὐτὸν ἐξελθὼν καὶ τῆς αἰχμαλωσίας λυτρωθείς φησιν· Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· οὗτοι γάρ με εἰς πονηρὸν ἐξεδέξαντο. Ἐὰν γὰρ μὴ ἐκδέξῃ με τὸν δοῦλόν σου ὑποχείριον γενόμενον τοῖς πολεμίοις, οὗτοι οἱ ὑπερήφανοι, αἱ ἀντικείμεναι δυνάμεις, μέλλουσί με συκοφαντεῖν. Πῶς δὲ συκοφαντοῦσιν; Αὗται ἐνήργησαν καὶ ἔπεισαν ἵν' ἁμαρτωλὸς γένωμαι· καὶ αὗταί μοι κατήγοροι γίνονται, ὅλην τὴν αἰτίαν τῶν ἁμαρτημάτων εἰς ἐμὲ ἀναφέρουσαι. Ἀναγκαίως παρακαλεῖ τὸν Θεὸν ἀνάδοχον αὐτοῦ γενέσθαι, ὥσπερ καὶ ἐγγυητήν· ἵν' αὐτὸς φύλαξ αὐτοῦ γένηται, τηρῶν ἑαυτῷ καὶ φυλάττων τὴν ἐγγύην, πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. ∆οῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου, πάσας, φησὶν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς ἐμαυτοῦ ἐλπίδας, ῥυσθῆναι δεόμενος ἀπὸ τῶν διαφθονούντων μου τῇ σωτηρίᾳ. ∆ιὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δι 23.1385 καιοσύνην, καὶ σοὶ δὲ τῷ Θεῷ ἔσται ποτὲ τοῦ ποιῆσαι καιρὸς, δηλονότι κρῖμα καὶ δικαιοσύνην διὰ τῶν κατασκεδασάντων τὸν νόμον σου. Τοῦτο οὖν εἰδὼς ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ, ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ πάντα παρ' ἀνθρώποις τίμια νενομισμένα. ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ἡ ἀνθρωπίνη ψυχὴ συμπληρώσασα τὸν λόγον, πάντως ἐν κακίᾳ γίνεται. Ἀδύνατον γὰρ ἅμα τῷ συμπληρωθῆναι τὸν νόμον τὸν φυσικὸν ἐν ἀνθρώποις μὴ ὑποστῆναι τὴν ἁμαρτίαν. Ἐπὰν οὖν γένηται ἡ κακία καὶ στρεβλωθῇ ἡ ψυχὴ, δεῖται κατορθώσεως. Τίνα οὖν ἐστι τὰ κατορθοῦντα; Μία ἐντολὴ δύναταί πως τὴν στρέβλαν τῆς ψυχῆς, τὴν γενομένην ἀπὸ κακίας, κατευθῦναι. Τὸ μέντοι ἄκρως κατορθωθῆναι τὴν ψυχὴν ἐνταῦθα ἀμήχανόν ἐστι χωρὶς πασῶν τῶν ἐντολῶν. Εἰ μέντοι γε σκολιὰ παραληφθῇ ἡ ψυχὴ, οὐκέτι ἐντολαῖς κατορθωθήσεται, ἀλλὰ πυρὶ ἢ σκότῳ, ἢ