506
διχοτομίᾳ, ἤ τινι τῶν σκυθρωποτέρων προσαγομένων ὑπὸ Θεοῦ. Ἐὰν τοίνυν μὴ ποιήσωμεν πάσας τὰς ἐντολὰς, οὐ κατορθούμεθα Ὅθεν θαυμασίως εἴρηται· ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμεθα, πᾶσαν ὁδὸν ἄδικον ἐμισήσαμεν. Οὐ γὰρ ἔτι περισπώμενος ὑπὸ τῆς εἰς τὸ ἀδικεῖν ἐπιθυμίας, ἀπέχεται τῆς ἀδικίας, ἀλλ' ἀπέχεται μισήσας τὴν ἀδικίαν ὁ κατορθωθεὶς πρὸς πάσας τὰς τοῦ Θεοῦ ἐντολάς. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξερεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τὰ δὲ μαρτύριά σου θαυμαστὰ, καὶ ἐκπλήξεως πλήρη. Εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας, καὶ ὥσπερ τὸ στόμα ἀνοίξας, τὸ παρὰ σοῦ θεῖον Πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Καὶ τοῦτ' ἔπραττον ἐφελκόμενος εἰς ἑαυτὸν τὸ παρὰ σοῦ πνεῦμα, ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ, καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι, διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν· αὐτῆς τῆς ὑποθέσεως τῶν ἐντολῶν ἐπισπωμένης καὶ ἐφελκομένης τὸ πνεῦμα. Περὶ τοῦ στόματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί· καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διαβοητικὴ αὐτῆς δύναμις, ἣ διανοουμένη προφέρει τὸν ἐν διανοίᾳ λόγον. Οὐδὲν διαφέρει λαβεῖν λόγον καὶ ἑλκῦσαι πνεῦμα εἰπεῖν· ταυτὸν γὰρ τὸ πνεῦμα τῷ θείῳ λόγῳ. ∆ιὸ καὶ ὁ Σωτὴρ, περὶ οὗ ἔλεγε λόγου καὶ ῥημάτων εἴρηκε· Τὰ ῥήματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ 23.1388 Θεοῦ ἐλεουμένων, οἱ μὲν τυγχάνουσι τούτου διὰ μετανοίας, ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολογούμενοι· οἱ δὲ πεῖραν ἐλέου Θεοῦ λαμβάνουσιν, ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς ἀρετῆς. Εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρῖμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων ὄνομα Κυρίου· τῶν γὰρ κατ' ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον· διὸ καὶ παῤῥησιάζεται ὀφθῆναι τῷ Θεῷ. Ἐπίβλεψον, γάρ φησιν, ἐπ' ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆναί με. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει * τὰ διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος. Εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ ἐλέου λελυτρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν Κυρίου φυλακήν· ἢ οὐδὲ μισθὸν, ἀλλ' εὐχαριστίαν εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν αἰσθητῶς τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ἄνθρωποι τροπικῶς ὁ διάβολος καὶ αἱ κατ' αὐτὸν πονηραὶ δυνάμεις, ἀφ' ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαι. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν δευτέραν τοῦ Σωτῆρος ἐπίλαμψιν ἰδεῖν ποθῶν ἀξιοῖ περὶ αὐτῆς, τῷ Πατρὶ φάσκων, Τὸ πρόσωπόν σου, Κύριε, ἐπίφανον· ὅπερ ἰδών τις ἑώρακε καὶ τὸν Πατέρα. Αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἡ