507
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Ὁ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπὼν, Θλίψεις καὶ ἐγκακήσεις κατέλαβόν με· αἱ δὲ ἐντολαὶ ἔτερπόν με· ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνοντος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν, ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μόνην δὲ ἔχοντος παραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ Θεοῦ. ∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι. Αὕτη ἡ δικαιοσύνη, ἣν 23.1389 ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος, οὐκ ἀποδίδοται ἡμῖν ἐν ὀλίγαις ἡμέραις, ἀλλ' εἰς τὸν αἰῶνα. Ἐν τούτοις πᾶσιν αἰτεῖ ὁ Προφήτης ἀπὸ τοῦ Θεοῦ σύνεσιν, τὸ ἀναγκαιότατον τῶν τοῦ Θεοῦ δωρημάτων, καὶ λέγει· Συνέτισόν με, ἵνα ζήσω· ἐπ' ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ ἔρχεται ἢ ἀσύνετος, ἀλλὰ δεῖ αἰτῆσαι παρὰ τοῦ Θεοῦ σύνεσιν, τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτὸν, ἵνα λαβόντες σύνεσιν, δυνηθῶμεν εἰπεῖν· Συνέτισόν με, καὶ ζήσομαι. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Ὁ ἐν ἀωρίᾳ προλαβὼν καὶ τὸν Θεὸν ἐπικαλούμενος ἐλευθεροῦται τῶν νυκτερινῶν ἐπιβουλῶν, καὶ ἐν τῷ ὄρθρῳ αὐτοῦ, τουτέστιν ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς προφθάνοντος δηλαδὴ, τοὺς ὀφθαλμοὺς προαπαντῶντας κέκτηται, καὶ μελετᾷ τοῦ Θεοῦ σὺν παῤῥησίᾳ τὰ λόγια. Ἐκείνη γὰρ μάλιστα τῷ νόμῳ χαίρει ψυχὴ, ἥτις αὐτὴ σύνοιδεν ἑαυτῇ τὴν κατόρθωσιν. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξέλου με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Κριθῆναι πρὸς τοὺς ἐχθροὺς αἰτεῖ τοὺς ἀφανῶς ἢ ἐμφανῶς πολεμοῦντας, καὶ λυτρωθῆναι· μόνος γάρ ἐστιν ὁ Θεὸς ὁ ἐξ ἑκατέρων λυτρούμενος, καὶ οὐ θανάτου μόνον ἡμᾶς ἀπαλλάττων, ὃν ἀπειλοῦσι καὶ ἐνεργοῦσιν οἱ δαίμονες, ἀλλὰ καὶ ζωὴν παρέχων διὰ τὸν αὐτὸν λόγον. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ· ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ὃς καὶ πάνυ δικαιότατος εἶναι δοκεῖ. Συγκρίσει γὰρ ἀνθρώπων ὡς πρὸς τὴν ἀκριβῆ κρίσιν τοῦ Θεοῦ, ἐλέου δεῖται τὸ δίκαιον. Πᾶν γὰρ ὃ δοκεῖ γεγονέναι κατ' ἔλεον, ἐλέῳ Θεοῦ γίνεται. Τί γάρ τις ἄξιον πεποίηκε αἰωνίου μακαριότητος καὶ βασιλείας οὐρανῶν, μὴ ὑπὸ Θεοῦ βοηθούμενος; -Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια· καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ἀδικίας ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ 23.1392 νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ, ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, τὸν πρῶτον ἀνέπεμπεν ὕμνον· εἶτ' ἐπιστάσης ἡμέρας, κατὰ τὴν πρώτην ὥραν, ὥσπερ ἕωθεν τὴν θυσίαν προσέφερε τῷ Θεῷ τὸν δεύτερον, καὶ κατὰ