508
τὴν τρίτην ὡσαύτως τὴν τρίτον, καὶ πάλιν κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον, εἶθ' ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν, ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδίδου, καὶ οὕτως ἐπλήρου τό· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Τοῖς τοῦ Θεοῦ ὄνομα ποθοῦσιν εἰρήνη τυγχάνει πολλὴ, οὐ τοσοῦτον ἡ ἔξωθεν· οὐ γὰρ ἐφ' ἡμῖν αὕτη· ἀλλ' ἡ ἐν τοῖς λογισμοῖς, καθ' ἣν συμβαίνει ἀταραξίαν καὶ ἀνενοχλησίαν τῆς ἐξ ἀπαθείας ἔχειν. Ταύτην ἅμα τῇ καταλλήλῳ χάριτι εἰλήφασιν οἱ ἔχοντες ἀπὸ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Κεκτημένοι γοῦν αὐτὴν διὰ τὸ ὄνομα τοῦ Θεοῦ, ὑπερβαλλόντως ὑπάρχοντες τέλειοι, σκάνδαλον οὐκ ἔχουσιν ἐν ἑαυτοῖς· μικρῶν γὰρ ἀλλ' οὐ μεγάλων τὸ ἔχειν τοῦτο, ὥς φησιν ὁ Σωτήρ· Ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Εἰ δὲ εἴη εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλὴν, πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς αὐτοῦ· οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων τοιοῦτος γεγένηται ὡς ὑπὸ μηδενὸς ἔτι σκανδαλισθῇ λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, καὶ τὰ ἑξῆς. Προσεδόκων τὸ Σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Προσδοκῶν τὴν ἀπὸ σοῦ σωτηρίαν τὴν ἀληθινὴν, οὐ μόνον ἐτήρησα, ἀλλὰ καὶ ἠγάπησα σου τὰς ἐντολάς. Τῆς γὰρ μετ' ἀγαπήσεως τῶν ἐντολῶν κατωρθωμένης ἐνεργείας ὑπαρξάσης, εὐθὺς ἀκολουθήσει τὸ προσδοκώμενον Σωτήριον, οὐχ ἕτερον ὂν τῆς τῶν σωζομένων σωτηρίας. Εἰ δὲ καὶ τὸν Σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται· Πᾶσα σὰρξ ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ Θεοῦ, οὗ καὶ τὸ Σωτήριον προσεδόκησεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρῶς, καὶ τὴν προσδοκίαν θεωρητικῶς, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν Θεὸν Λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπησεν ἡ ψυχή μου, καὶ ἐφύλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἓν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἓν, φησίν· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύ 23.1393 ριε. Ὁ ἁμαρτωλὸς οὐκ ἐρεῖ· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου· αἱ γὰρ ὁδοὶ τοῦ ἁμαρτωλοῦ οὐκ εἰσὶν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, ἀλλὰ μόνον αἱ τοῦ δικαίου· ἵν' οὖν καὶ αἱ ἡμέτεραι γένωνται πᾶσαι αἱ ὁδοὶ ἐναντίον τοῦ Θεοῦ, οἱ νόμοι, οἱ προφῆται, ἡ ἐπὶ πᾶσι τελεία, ἀληθινὴ καὶ ἀγαθὴ ὁδὸς, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, Χριστὸς Ἰησοῦς, εὐξώμεθα ἐν τῇ ὁδῷ μέχρι τέλους ὁδεύοντας φθάσαι πρὸς τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων διὰ Χριστοῦ Ἰησοῦ. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Σφόδρα ἀκολούθως μετὰ τοῦ εὔξασθαι περὶ τῆς διανοίας· τὸ γὰρ συνετισθῆναι τὰ λόγια τοῦ Θεοῦ οὐκ ἦν χειλέων οὐδὲ γλώσσης, ἀλλὰ τοῦ κατὰ ψυχὴν διανοητικοῦ· τὰ ἡγούμενα τοίνυν αἰτήσας ἐπὶ τὰ δεύτερα μέτεισι, καὶ ἀξιοῖ τὰ τοῦ ἐν αὐτῷ λόγου ὄργανα τὰ χείλη καὶ τὴν γλῶτταν ἀφιερωθῆναι, ὡς ἂν διαπαντὸς τὰ μὲν χείλη ὕμνον διερεύγοιντο, διδασκομένου τοῦ νοῦ ὑπ' αὐτοῦ τοῦ Θεοῦ τὰ δικαιώματα αὐτοῦ· ἡ δὲ γλῶττα φθέγγοιτο μηδὲν ἕτερον ἢ τὰ λόγια τοῦ Θεοῦ, καὶ τοῦτο πράσσοι, ὅτι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ δικαιοσύναι. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Συνιδὼν τὸ μέγεθος τοῦ ἑτοίμου, βοηθείας δεῖται τῆς παρὰ τοῦ Θεοῦ εἰς τὸ κατορθῶσαι τὰ προλελεγμένα· μεγάλα δὲ