230
Σύμμαχον, «Αὐτὸν, φασὶ, τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.» Ἀλλ' οὐ μόνον ταῖς εὐχαῖς ἐσχολάζομεν καὶ ταῖς πρὸς τὸν Θεὸν δεήσεσι καὶ ἱκετηρίαις· ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπεστρεφόμεθα μὲν πᾶσαν ἀδικίαν, ὡς μηδὲ ἐμβλέπειν αὐτῇ ἐθέλειν, ἢ καὶ τῷ νῷ ἐνθυμεῖσθαί τι ἄδικον. Εἰ γάρ τι τοιοῦτον ἐνενοοῦμεν, οὐδ' εἰσακούεσθαι ἄξιοι ἂν ἦμεν· διό φασιν· «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος.» Ἐπεὶ τοίνυν καὶ τὴν διάνοιαν τοιαύτην εἶχε καὶ τὰς εὐχὰς τοιαύ 23.672 τας ἀνέπεμπεν, εἰκότως φησί· «∆ιὰ τοῦτο εἰσήκουσεν ὁ Θεὸς καὶ προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καὶ ταῦτα ἦν τὰ αἴτια δι' ἃ ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν μετὰ τοὺς τοσούτους πειρασμούς. Ἐφ' οἷς ἅπασι τὸν ὀφειλόμενον εὐχαριστήριον ὕμνον ἀναπέμποντες τῷ Θεῷ, ἐπισφράγισμα τοῦ παντὸς ποιοῦνται λόγου φάσκοντες· «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστρεψε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.» Ταῦτα δὲ πάντα ὁ χορὸς ὁ ἀποστολικὸς ἐξ ἑνὸς προσώπου μετὰ πάντας τοὺς προλεχθέντας λόγους ἐπεσφραγίσατο, εὐλογίαν καὶ δοξολογίαν καὶ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς προλεχθεῖσιν ἀναπέμπων τῷ Θεῷ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ Ω∆ΗΣ, Ξʹ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.» Καὶ ὁ παρὼν ψαλμὸς εὐαγγελικὸς ὢν, τῆς αὐτῆς ἔχεται τῷ πρὸ αὐτοῦ διανοίας· διόπερ «εἰς τὸ τέλος» παραπέμπει καὶ αὐτὸς, «ᾠδή» τε «ψαλμοῦ» ἐπιγέγραπται· ἐπεὶ κἀκεῖνος ψαλμὸς ᾠδῆς ἐλέγετε εἶναι. Μήποτε δὲ τὸ τίνος εἶεν λόγοι οὐδέτερος αὐτῶν ἐν τῇ προγραφῇ παρίστησι διὰ τὸ ἐναργὲς τῶν προφητικῶς εἰσηγμένων ἐν αὐτοῖς προσώπων. Οἱ κήρυκες γοῦν τῶν ἐθνῶν, οἱ ἀπόστολοι δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν, ἐν ἑκατέρῳ παρελήφθησαν. Αὐτίκα γοῦν καὶ διὰ τῶν προκειμένων ἀκαλύπτως ἀναβοῶσιν ἐν τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τό τε σωτήριον τοῦ Θεοῦ, καὶ τὴν ὁδὸν αὐτοῦ γνωσθῆναι εὐχόμενοι· εἶθ' ἑξῆς· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ αὖθις δευτεροῦσι τὸν λόγον εἰς βεβαίωσιν τῶν θεσπιζομένων. Ὁ χορὸς τοίνυν ὁ ἀποστολικὸς, ὁ διὰ τῶν ἔμπροσθεν εἰρηκώς· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ·» καὶ αὖθις· «Πᾶσα ἡ γῆ προσκυνησάτωσαν·» καὶ πάλιν· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν·» καὶ ἐν τῷ μετὰ χεῖρας ὁμοίως, ὁρῶν, ὅτι πολλῆς δεῖται συνεργίας Θεοῦ εἰς κατόρθωσιν τοῦ εὐαγγελικοῦ κηρύγματος, ὥσπερ κατεπᾴδων ἑαυτῷ δι' εὐχῆς φησιν· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Ἡμεῖς μὲν γὰρ ἑαυτοὺς τὸ μηθὲν εἶναί φαμεν, καὶ τὸ μηδὲν δύνασθαι ὁμολογοῦμεν, εὐτελεῖς ὄντες καὶ ἰδιῶται, πένητές τε καὶ πάντων ἔσχατοι ἀνθρώπων· αὐτὸς δὲ ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπηρέτας γενέσθαι τῆς τῶν ἐθνῶν σωτηρίας, πρῶτον μὲν οἰκτειρήσειεν ἡμᾶς, οἶκτον ἡμῶν λαβὼν τῆς ἀσθενείας· εἶτα προσθείη τι τὸ δυνάμενον ἡμᾶς δυναμῶσαι· τοῦτο δὲ ἦν τὸ εὐλογῆσαι ἡμᾶς· εὐλογίᾳ δὴ πνευματικῇ, ὡς ἂν καὶ εἰς ἡμᾶς πληρωθείη πρεπόντως τῇ αὐτοῦ χάριτι ἡ φάσκουσα εὐλογία· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταῦτα μὲν γὰρ καὶ πάλαι κατ' ἀρχὰς ἐπὶ τῆς κοσμοποιίας εἴρητο· ἐνομίσθη τε Ἰουδαίοις οὐκ ἄλλως ἢ σωματικῶς μόνως διὰ τῆς πολυτελείας πληροῦσθαι. Ἡμεῖς δὲ, εἰδότες, ὡς ἔστι καὶ ψυχῆς ἔκγονα, διδασκάλων τε παῖδες οἱ μαθητευόμενοι, τοιαύτης ἀξιοῦμεν τυχεῖν εὐλογίας, ὡς ἂν αὐξηθείημεν καὶ πληθυνθείημεν πλή 23.673 θει τῶν μαθητευομένων, μυριάσι τε τῶν δι' ἡμῶν σωζομένων, ὡς ἂν εἰπεῖν· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.» Οὕτως