1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

2

εἰπεῖν, Αἰγυπτίους ὑπερβαλεῖν. τούτων γὰρ δή, μετὰ Ζωροάστρην τὸν πολύν, Πετόσιρις τοῖς εἰδικοῖς τὰ ἐν γένει διαπλέξας πολλὰ μὲν κατ' αὐτὸν παραδοῦναι βιάζεται, οὐ πᾶσι δὲ παραδίδωσι ταῦτα, μόνοις δὲ τοῖς καθ' αὑτόν, μᾶλλον δὲ ὅσοι καὶ αὐτῶν πρὸς στοχασμοὺς ἐπιτηδειότεροι. Ἀντίγονος δὲ μετ' ἐκεῖνον διέκρινε μὲν καὶ διήρθρωσε τὴν παράδοσιν, πρὸς δὲ τὸ πυκνὸν τῶν ἐν τῇ ἀστρονομίᾳ γραμμῶν ἀποκλίνας ἀμύθητον ὄχλον καὶ ἀσαφείας πάσης ἀνάμεστον τῇ γραφῇ συγκατέθετο. τὰ γὰρ Ἀριστοτέλει εἰρημένα γνωριμώτατα. Ἡλιόδωρος δὲ καὶ Ἀσκλατίων, ἔτι καὶ Ὠδαψὸς ὁ Θηβαῖος καὶ ὁ Αἰγιεὺς Πολλῆς καὶ ὁ θειότατος πρὸ αὐτῶν Πτολεμαῖος, οὐ μέχρι παντὸς ἴσχυσαν τὴν παλαιὰν ἀσάφειαν τοῦ πράγματος ἐκβαλεῖν, καίτοι γε σφόδρα καὶ τοῦτο ποιῆσαι σπεύσαντες. ἐπειδὴ δὲ ἡμῖν, τοὺς ἐξ Ἰταλίας φημί, Τάγης ἀρχηγὸς τοῦ πράγματος γέγονεν, ἀκόλουθον τοῖς αὐτοῦ ῥήμασι χρήσασθαι, μᾶλλον δὲ τῇ τούτων ἐννοίᾳ· τοῖς γὰρ ἀρχαιοτέροις ὀνόμασιν ἐκεῖνα συγκείμενα δυσπαρακολούθητά πώς ἐστι καὶ οὐ σφόδρα σαφῆ. χρησόμεθα δὲ καὶ τοῖς λοιποῖς, Τάρχοντί τε τῷ θυοσκόπῳ καὶ Ταρκύτῳ τῷ τελεστῇ καὶ Καπίτωνι ἱερεῖ, ὥστε ἐκ τῶν πᾶσι τούτοις εἰρημένων γλαφυράν τινα διαπλέξαι τοῦ πράγματος ἁρμονίαν. δεῖ τοίνυν ἀφηγήσασθαι πρῶτον τίς τε οὗτος ὁ Τάγης καὶ τίνες οἱ λοιποί, καὶ ὅπως γράμμασιν ἐνεπιστεύθη παρὰ τὸ κρατοῦν ἐν τοῖς ἱεροῖς τὰ τοιαῦτα. 3 Τάρχων, ταύτῃ ἔχων τὴν προσηγορίαν, ἀνὴρ γέγονε μὲν θυοσκόπος, ὡς αὐτὸς ἐπὶ τῆς γραφῆς εἰσενήνεκται, εἷς τῶν ὑπὸ Τυρρηνοῦ τοῦ Λυδοῦ διδαχθέντων. καὶ γὰρ δὴ τοῖς Θούσκων γράμμασι ταῦτα δηλοῦται, οὔπω τηνικαῦτα τοῖς τόποις ἐκείνοις Εὐάνδρου τοῦ Ἀρκάδος ἐπιφανέντος. ἦν δὲ ἀλλοῖός τις ὁ τῶν γραμμάτων τύπος, καὶ οὐδὲ ὅλως καθημαξευμένος ἡμῖν· ἦ γὰρ ἂν τῶν ἀπορρήτων τε καὶ ἀναγκαιοτέρων οὐδὲν ἔμεινεν ἄχρι τοῦ παρόντος λανθάνον. φησὶ τοίνυν ὁ Τάρχων ἐπὶ τοῦ συγγράμματος, ὅπερ εἶναί τινες Τάγητος ὑποπτεύουσιν, ἐπειδήπερ ἐκεῖ κατά τινα διαλογικὴν ὁμιλίαν ἐρωτᾷ μὲν δῆθεν ὁ Τάρχων, ἀποκρίνεται δὲ ὁ Τάγης ὡς προσκαρτερῶν ἑκάστοτε τοῖς ἱεροῖς, ὡς τυχὸν συμβέβηκεν αὑτῷ κατά τινα χρόνον ἀροτριῶντι θαυμάσιόν τι, οἷον οὐδὲ ἀκήκοέ τις ἐν τῷ παντὶ χρόνῳ γενόμενον· ἀνεδόθη γὰρ ἐκ τοῦ αὔλακος παιδίον, ἄρτι μὲν τεχθῆναι δοκοῦν, ὀδόντων δὲ καὶ τῶν ἄλλων τῶν ἐν ἡλικίᾳ γνωρισμάτων ἀπροσδεές· ἦν δὲ ἄρα τὸ παιδίον ὁ Τάγης, ὃν δὴ καὶ χθόνιον Ἑρμῆν εἶναι τοῖς Ἕλλησινἔδοξεν, ὥς που καὶ Πρόκλος φησὶν ὁ διάδοχος. τοῦτο δὲ ἀλληγορικῶς παρὰ τὸν ἱερατικὸν παρακεκάλυπται νόμον, ἐπεὶ οὐ προφανῶς ὁ περὶ θειοτέρων πραγμάτων λόγος διὰ τοὺς ἀνιέρους, ἀλλὰ νῦν μὲν μυθικῶς νῦν δὲ παραβολικῶς παραδέδοται· ἀντὶ γὰρ τοῦ εἰπεῖν ψυχὴν τελειοτάτην καὶ τῶν οἰκείων ἐνεργειῶν ἀπροσδεῆ ἐπὶ τὴν ὕλην ἐλθεῖν, βρέφος ἀρτιγενὲς ἐκ τοῦ αὔλακος ἀναδοθῆναί φησι. Τάρχων δὲ ὁ πρεσβύτερος γέγονε γὰρ δὴ καὶ νεώτερος, ἐπὶ τῶν Αἰνείου στρατευσάμενος χρόνων τὸ παιδίον ἀναλαβὼν καὶ τοῖς ἱεροῖς ἐναποθέμενος τόποις ἠξίου τι παρ' αὐτοῦ τῶν ἀπορρήτων μαθεῖν. τοῦ δὲ αἰτουμένου τυχὼν βιβλίον ἐκ τῶν εἰρημένων συνέγραψεν, ἐν ᾧ πυνθάνεται μὲν ὁ Τάρχων τῇ τῶν Ἰταλῶν ταύτῃ τῇ συνήθει φωνῇ, ἀποκρίνεται δὲ ὁ Τάγης γράμμασιν ἀρχαίοις τε καὶ οὐ σφόδρα γνωρίμοις ἡμῖν γε ἐμμένων τῶν ἀποκρίσεων. πλὴν ἀλλ' ὅσον μοι γέγονε δυνατόν, ἔκ τε τῶν Θούσκων ἔκ τε τῶν ἄλλων ὅσοι τούτους ἡρμήνευσαν, Καπίτωνός τέ φημι καὶ Φοντηίου, καὶ Ἀπουληίου Βικελλίου τε καὶ Λαβεῶνος καὶ Φιγούλου, Πλινίου τε τοῦ φυσικοῦ, πειράσομαι ταῦτα πρὸς ὑμᾶς διελθεῖν. 4 Σπουδὴ δὲ ἡμῖν ἐστὶν εἰπεῖν περί τε ἡλιακῶν καὶ σεληνιακῶν ἐπισκιασμάτων οὕτω γὰρ τὰς ἐκλειπτικὰς τῶν φώτων ὀλισθήσεις ἐκεῖνοι καλοῦσι, κομητῶν τε καὶ τῆς κατ' αὐτοὺς διαφορᾶς, αὐλακισμῶν τε καὶ διᾳττόντων, ἀστραπῶν τε καὶ βροντῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων ἀερίων