1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

40

βορρᾶς. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἀηδὴς χειμών. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν αἱ ὑάδες σὺν τῷ λαγωῷ ὄρθρου δύονται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν ὑετὸς ψυχρός. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ Ὠρίων καὶ τὰ κέρατα τοῦ ταύρου δύονται. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν προοίμια τῆς χειμερινῆς τροπῆς. δύεται ὁ κύων, καὶ δρόσος φέρεται ψυχρά. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ ἥλιος ἐπὶ τῆς πρώτης μοίρας τοῦ τοξότου. κςʹ. τῇ πρὸ ςʹ καλενδῶν ὡσαύτως. κζʹ. τῇ πρὸ εʹ καλενδῶν δύεται ὁ κύων, καὶ βροχὴ ἔσται νοτία. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἄρχεται ὁ κύων δύεσθαι, καὶ νεφώδης ὁ ἀήρ. κθʹ. τῇ πρὸ γʹ καλενδῶν ὄρθρου δύεται ὁ κύων, καὶ ἐκ τοῦ λιβὸς ὕει. λʹ. τῇ πρὸ αʹ καλενδῶν δύεται ὁ Ὠρίων, καὶ ζέφυρος καὶ μετὰ νότου βροχή. 70t ∆ΕΚΕΜΒΡΙΟΣ αʹ. καλένδαις ∆εκεμβρίαις σύγχυσις τοῦ ἀέρος· ἀπαρκτίας φυσᾷ, καὶ ὁ Ὠρίων ὅλος ὄρθρου δύεται. βʹ. τῇ πρὸ δʹ νωνῶν ∆εκεμβρίων ὁ κύων δύεται· ἐν ἑσπέρᾳ ἀπαρκτίας ἐπιτείνει. γʹ. τῇ πρὸ γʹ νωνῶν χειμάζει σὺν ὑετῷ. δʹ. τῇ πρὸ αʹ νωνῶν δύεται ὁ τοξότης καὶ βορρᾶς πνεῖ. εʹ. νώναις ∆εκεμβρίαις δι' ὅλης τῆς ἡμέρας βροχὴ καὶ πολὺς βορρᾶς. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν ∆εκεμβρίων τὸ μέσον τοῦ τοξότου ἀνίσχει. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀνίσχει ὁ ἀετός, καὶ πνεῖ ὁ λίψ. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ σκορπίος ὅλος ἀνίσχει. θʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ κύων ἐν ἑσπέρᾳ ἀνίσχει, καὶ ὁ νότος πνεῖ. ιʹ. τῇ πρὸ δʹ εἰδῶν βορέας συχνός, καὶ ὁ οὐρανὸς μέλας ἐκ τοῦ χειμῶνος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν κρύφιον ἄστρον· ἀπαρκτίας ἅμα καὶ καικίας. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς πρῶτα, ἔπειτα δὲ νότος βαρύς. ιγʹ. εἰδοῖς ∆εκεμβρίαις ὅλος ὁ σκορπίος ἀνίσχει· βορρᾶς δὲ καὶ νότος ὑετὸν ἐπισπώμενοι. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Ἰανουαρίων δύεται ἡ αἴξ. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν νότος ἅμα καὶ βορρᾶς, καὶ σύγχυσις τοῦ ἀέρος. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὡσαύτως. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν ὁ ἥλιος ἐπὶ τοῦ αἰγοκέρωτος. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἄστρον κρυπτὸν καὶ ἀνεμομαχία. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ἡ αἲξ ἀνίσχει. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἀετὸς ἀνίσχει καὶ ὁ αἰγόκερως. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν βορέας μὲν κατάρχεται, νότος δὲ τὴν πᾶσαν ἡμέραν ἐπικρατεῖ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ ἀετὸς ἐν ἑσπέρᾳ ἀνίσχει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὄρθρου ἡ αἲξ δύεται· καὶ συμπληροῦται ἡ βροῦμα, οἱονεὶ ἡ χειμερινὴ τροπή. κδʹ. τῇ πρὸ θʹ καλενδῶν χειμέριος ὁ ἀήρ. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὄρθρου ἡ αἲξ δύεται. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν δύεται ἐν ἑσπέρᾳ ἡ αἴξ, καὶ χειμάζει. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν ὁ δελφὶν ἕωθεν ἀνίσχει, ἔχων τὸν ἀέρα. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ὁ ἥλιος ἀποστρέφεται ἀπὸ τοῦ νοτιαίου καμπτῆρος. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ ἥλιος λαμπρός, ὁ δὲ ἀετὸς δύεται, καὶ ὕει. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁ μὲν δελφὶν ἀνίσχει, ὁ δὲ κύων δύεται. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Ἰανουαρίων κρυφία ταραχὴ καὶ ἀνεμώδης. ἄρχεται ἀνίσχειν ὁ δελφίν, καὶ ὁ ἥλιος εἰς ὕψος. Καὶ ταῦτα μὲν ὁ Κλώδιος ἐκ τῶν παρὰ Θούσκοις ἱερῶν πρὸς λέξιν· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ μὴν καὶ Εὔδοξός τε ὁ πολύς, ∆ημόκριτος πρῶτος αὐτῶν, Βάρρων τε ὁ Ῥωμαῖος, Ἵππαρχος, Μητρόδωρος, καὶ μετ' αὐτοὺς ὁ Καῖσαρ περὶ τῆς ἐφημέρου τῶν φαινομένων ἐπιτολῆς τε καὶ δύσεως. ETHNOGPARHIA ASTPOLOGICA Ἐπειδὴ δέ τινες ἀπαιδεύτως φερόμενοι φάσκουσι μὴ ἐπὶ παντὸς τόπου τὰ αὐτὰ πρὸς τῶν ἐπιτολῶν ἢ δύσεων τῶν ἄστρων ἐνεργεῖσθαι, φέρε τῆς πλάνης αὐτοὺς καίπερ ἀντιμαχομένους ἀπαλλάξωμεν. καὶ τάχα διὰ βραχέων τοῦτο παρασχεῖν αὐτοῖς δυνατόν. τῶν τοίνυν ζῳδίων ὑφ' ἓν μὲν τὸν ὅλον τῶν πλανωμένων οὐρανὸν διειληφότων, οὐκ