1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

9

καταφέρονται ἕλκουσαι αὔλακα μακράν. Φαίνονται δὲ καὶ δοκοὶ καὶ οὕτως αὐτὰς οἱ Ἕλληνες καλοῦσιν. γίνεται δὲ καὶ χάσμα ἐν τῷ οὐρανῷ, οὗ συμβαίνοντος σάλοι καὶ ῥήξεις ἐξ αὐτῶν καὶ διαστάσεις τῆς γῆς γίνονται. καὶ ἕτερον δ' ἔτι ἐμπρησμῷ παραπλήσιον πολλάκις φαίνεται· ὁποῖον ἐπὶ τῆς ἱστορίας εὑρίσκεται, ὅτε Φίλιππος ὁ Ἀμύντου ἐσάλευσε τὴν Ἑλλάδα. Φαίνονται δὲ καὶ περὶ τὸν ἥλιον ἀστέρες διὰ πάσης τῆς ἡμέρας καὶ περὶ τὸν δίσκον αὐτὸν καθάπερ στέφανος καὶ ποικιλόχροοί τινες κύκλοι, ὁποῖοι ἐφάνησαν, ὅτε Αὔγουστος τοὺς ἐμφυλίους πολέμους ἐκδικῶν τὸν πατέρα ἀνανεοῦν ἔκρινεν. οὐδὲν δὲ ἧττον φαίνεσθαι συμβαίνει, ὡς ἔφαμεν ̣p. 34, 15 ̣, περὶ τὸν ἥλιον ὡσανεὶ τόξον καὶ μανιάκας πυρώδεις. Τοιαῦτά τινα οἱ περὶ τὸν Ῥωμαῖον Βάρρωνα Νιγίδιόν τε καὶ Ἀπουλήιον προύθηκαν. Ὁ μέντοι Καμπέστριος, ἐξειλεγμένην τινὰ περὶ τούτων συντάξας πραγματείαν, αὐταῖς λέξεσι καθ' ἑρμηνείαν περὶ κομητῶν, καὶ ὅ τι ἀπειλοῦσι, ταῦτα λέγει. 1112t CAMPESTRIS DE COMETIS DISSERTATIO ΚΟΜΗΤΗΣ ΙΠΠΕΥΣ Ὁ λεγόμενος ἱππεύς ἐστι μὲν Ἀφροδίτης, ἐκ δὲ τῆς ὀξύτητος οὕτως ὠνόμασται· πλαγίους δὲ ἕλκει καὶ πυρώδεις πλοκάμους, αὔλακά τέ τινα φωτὸς ἀποτείνει, καὶ πάλιν εἰς βραχύν τινα κύκλον συνάγεται, ἀπείρῳ τινὶ συντομίᾳ καὶ ὀξύτητι ποτὲ μὲν περιρραίνων, ποτὲ δὲ συνάγων τοὺς λεγομένους αὐλακισμούς. Οὗτος ὅταν πυρώδης ἀνίσχων ἀπὸ δύσεως πρὸς ἀνατολὰς ἀκοντίζῃ τοὺς ἑαυτοῦ πλοκάμους, τὴν Περσῶν ἀπειλεῖ ἐπανάστασιν, ὥστε δεῖν δυνάμεις πολλὰς στρατευμάτων ἐπὶ τὴν ἀνατολὴν συνδραμεῖν, τάς τε Συρίας πληρῶσαι τὸν ὁποιδήποτε γῆς ἀπῳκισμένον στρατιώτην, καὶ ὡς οὐκ ἀρκούσης τῆς παρασκευῆς πρὸς τὸ πολεμίων κίνημα καὶ νεωτέρων γενέσθαι στρατολογίαν. ῥαγήσεται δὲ λοιμός, καὶ διαφερόντως τοῖς ἵπποις ἐνσκήψει, οὐ τοῖς Περσῶν ἀλλὰ τοῖς ἐκ τῆς Εὐρώπης ἐπ' ἐκείνους φερομένοις. καὶ τοῦτο ἐλάττωσις ἔσται πρώτη τοῖς λοιμώττουσιν. ἀλλ' οὐ μέχρι παντὸς τὰ Περσῶν εὐτυχήσει· μεγάλης γὰρ συντρεχούσης κατ' αὐτῶν παρασκευῆς φεύξονται, καὶ αἱ ληφθεῖσαι παρ' αὐτῶν πόλεις ἀφεθήσονται, ὁ δὲ βασιλεὺς αὐτῶν φεύγων ἀπολεῖται ταῖς τῶν ἰδίων χερσίν. εἶτα καὶ διαρπαγήσεται ὁ πλοῦτος Περσῶν, τὰ δὲ λήια ἄχρηστα τῶν γεωργῶν ἀναιρεθέντων ἢ καὶ λοιμῷ διαφθαρέντων γενήσεται. οὐ μὴν ἐμμενοῦσι τοῖς Περσῶν οὐδὲ ἐμβραδυνοῦσι τοῖς αὐτῶν οἱ ἀπὸ τῆς Εὐρώπης, ἀλλ' ἑκάτερον ἔθνος ὥσπερ τετελεσμένης τῆς μάχης ἐν τοῖς οἰκείοις ἐπανήξει. Tαῦτα μὲν οὖν ἀπειλεῖ, ὅταν πυρώδης ἀνίσχῃ· εἰ δὲ ὠχρός, πολέμους μέν τινας, ἀλλ' οὐ Περσικούς, σημαίνει, σεισμοὶ δὲ πάντως καὶ πένθη τινὰ τοῖς ἀνθρώποις ἐνσκήψουσι· λοιμὸς δὲ τοῖς βοσκήμασιν ἐπιπεσεῖται καὶ λιμὸς κάρτα βίαιος. 12 Εἰ δὲ ὁ τοιοῦτος κομήτης ἐπὶ μεσημβρίαν ὁρᾷ, ὠχροὺς καὶ ὀξεῖς ἐπ' ἐκείνην βάλλων τοὺς πυρσούς, περὶ τὴν θερινὴν τροπὴν λοιμὸς βαρὺς ἐπιπεσεῖται τῇ Λιβύῃ καὶ πλῆθος ποικίλων κακῶν. ὅταν δὲ ἐπὶ τὴν ἄρκτον ἴδῃ, ἐκ τοῦ ἐναντίου ἡ Λιβύη κατὰ τῶν βορείων στρατεύσεται, μεγίστης αὐτῇ συμμαχούσης δυνάμεως. ἐλαττωθεῖσα δὲ εἶτα καὶ δύναμιν ξενικὴν συλλαβοῦσα τὴν μὲν ἀρχὴν οὐκ ἀγεννῶς καθοπλίσεται τῶν ἐναντίων, οὐ μετὰ πολὺ δὲ εἰς παντελῆ κακοδαιμονίαν πεσεῖται, ὥστε μετὰ τὸ ἀναιρεθῆναι ἐγγὺς ἅπαντας καὶ αὐτὸν ἀνδραποδισθῆναι καὶ δεθῆναι τὸν ἡγεμόνα τοῦ ἔθνους. Ἰστέον δὲ ὡς Λιβύην τὴν ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἄχρι Γαδείρων ἢ Ταρτησσοῦ ἢ τῆς λεγομένης παρὰ Μαυρουσίοις Γάδεως λαμβάνειν χρεών. οὐδὲ γὰρ περὶ Αἴγυπτον μόνην τὸ ἀποτέλεσμα, ἀλλ' ἀπολύτως περὶ τὴν Λιβυκὴν ἅπασαν ζώνην καλῶς ἂν λαμβάνοιτο, καὶ