1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

4

τυχῶν παρεδήλωσε κίνδυνον. Καὶ ὄμβρων δέ τινας τεραστίους διοσημείας ἐπὶ τῆς ἱστορίας εὑρίσκομεν. ἐπὶ μὲν γὰρ Ἀκελίου Μάρκου καὶ Πορκίου τῶν ὑπάτων γάλα πρῶτον, εἶτα δὲ καὶ αἷμα κατενεχθῆναί φασιν. καὶ κρέα δὲ παραδόξως ἀνθ' ὑετοῦ κατὰ τὴν Βολουμνίου κατέπεσεν ὑπατείαν, καὶ ἔμεινεν οὕτως· οὐ γὰρ ἂν θηρίον ἢ πτηνὸν ἤ τι τῶν ἐμψύχων λιμῶξαν καθάψαιτο ἐκείνου τοῦ σώματος. κατερρύη δὲ καὶ σίδηρος ἐπὶ Λευκανίας ἀνθ' ὑετοῦ, Κράσσου τὴν ἐπὶ Πέρσας ὁρμῶντος ἐπιστρατείαν. Μαρκέλλου δὲ τὴν ὕπατον ἀρχὴν διανύοντος ἔριον κατενεχθῆναί φασι περὶ Κάψαν τὸ φρούριον ἐπὶ Μίλωνος· ὃ τοῦ τὴν χώραν ἐπιτροπεύοντος ἀναίρεσιν ἐμαντεύετο. κατηνέχθησαν δὲ πλίνθοι πολλάκις ὀπταὶ καὶ κόνις, ὥσπερ ἐπὶ Ζήνωνος τοῦ καθ' ἡμᾶς. Ὅπλων δὲ καὶ σαλπίγγων ἀπ' οὐρανοῦ γενέσθαι διαφόρως ἔδοξεν ἦχος, ὅπερ λέγεται συμβῆναι κατὰ τὴν Κίμβρων ἐπιδρομήν, καὶ ἡνίκα τοῖς ἐμφυλίοις ἐκείνοις πάθεσι τὸ Ῥωμαϊκὸν διεταράττετο. Ἔστι δὲ καὶ ὅτε κατ' αὐτὸν τὸν οὐρανὸν ἐκπύρωσις ἔδοξε γίνεσθαι, καθάπερ καθ' ἡμᾶς, Ἀναστασίου ἓξ πρόσθεν ἐνιαυτοῖς τῆς τελευτῆς ̣a. 513̣, ἡνίκα τοιαύτη μὲν ἡλίου γέγονεν ἔκλειψις ὡς ἐν ἡμέρᾳ μέσῃ καὶ τοὺς ἀλαμπεστάτους τῶν ἀστέρων διαφανῆναι, τὰ δὲ ἀεροπόρα καθάπερ ἐν νυκτὶ μέσῃ καταπεσεῖν. εἶτα τῆς ἐπιούσης νυκτὸς πῦρ ἀνεφλέχθη τοσοῦτον ὥστε σπινθήρων τὸν ἀέρα γενέσθαι μεστόν. ἐδηλοῦτο δὲ ἄρα ὁ μὲν δῆμος ἐπαναστησόμενος τῷ βασιλεύοντι, ἡ δὲ πρὸς τῇ Μυσίᾳ στρατιὰ ἔργον τῆς Βιταλιανοῦ γενησομένη χειρός ̣a. 514̣· αὐτὸς δὲ μέχρι τῶν τῆς πόλεως τειχῶν ἐλάσας παρὰ μικρὸν ἦλθε τῶν πραγμάτων κρατῆσαι. καὶ τὸ δὴ πέρας, οὕτως ἀτιμοτάτης βαρβάρων γενομένης ἐφόδου, μικροῦ προήκατο καὶ τὴν βασιλείαν ἑκὼν Ἀναστάσιος, καὶ φαῦλα δὲ συνέβη πάντα, ὅσα ἐν εἰδόσι λέγειν ἀδολεσχίας ἐστίν. 7 Καὶ θαυμαστὸν οὐδὲν εἰ προθεωροῦσιν ἄνθρωποι τὰ ἐσόμενα, τῆς φύσεως αὐτῆς προδεικνυούσης τὰ πράγματα. ὥς που καὶ Ἀναξαγόρας ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ὀγδόης ὀλυμπιάδος λίθον μέγιστον ἐκ τοῦ ἡλίου ἐκπεσεῖν ἐμαντεύσατο, ὅπερ καὶ συμβέβηκεν ὕστερον ἐπὶ Θρᾴκης· καὶ μέχρι νῦν ἔστιν ὁ λίθος, καὶ ἐξ αὐτῆς εὐθὺς τῆς θέας περιπεφλέχθαι δοκῶν. ταὐτὸ δὲ τοῦτο κατά τε Ἄβυδον καὶ Κύζικον συμβῆναί φησιν Ἀπουλήιος· ὅθεν ἔτι καὶ νῦν λίθος ἐστὶ παρ' αὐτοῖς πυρώδης μὲν τὸ χρῶμα, σιδήρῳ δὲ ἅπας κατασεσημασμένος· παραδεδόσθαι γὰρ λόγος Κυ ζικηνοῖς ὡς συναπολέσθαι τῷ λίθῳ τὴν πόλιν ἀνάγκη. Ἵππαρχος δὲ ἑξακοσίοις ἔμπροσθεν ἐνιαυτοῖς ἡλιακὴν προκατέλαβεν ἔκλειψιν. ἐπὶ δὲ τῆς φυσικῆς ἱστορίας ὁ Ῥωμαῖος Πλίνιος λίθον ἑωρακέναι φησὶν ἐν Βοκοντίῳ τῆς Ἰταλίας ἐξ οὐρανοῦ κατενηνεγμένον· ὥστε πολλὴ κοινωνία ταῖς διοσημείαις πρὸς τὰ γήινα, κἂν τοῖς ἀπὸ τῆς στοᾶς μὴ δοκῇ. ὥσπερ ἡ μὲν ἐπιτολὴ τῶν ὑάδων ὄμβρον πολύν, ἡ δὲ τῶν ἐρίφων καὶ τοῦ ἀρκτούρου χαλαζώδη τοῦτον ἀποτελεῖ. περὶ δὲ τῆς τοῦ κυνὸς ἐπιτολῆς μὴ καὶ περιττὸν ᾖ λέγειν ὡς τῆς ἡλιακῆς ἀναπτομένης θερμότητος λυττῶσιν οἱ κύνες, καὶ τοῦτο τῆς ἀναιρέσεως αὐτῶν γέγονεν αἴτιον, ὡς ἂν μὴ δάκνοντες ἀναιρῶσιν. ἀναβλύζειν δὲ πέφυκε καὶ τὰ θαλάττια ὕδατα ἐν ὡρισμέναις τισὶ περιόδοις, ἄνθρωποί γε μὴν νεύροις ἢ κεφαλῇ ἢ καὶ αὐτῇ τῇ διανοίᾳ ἀσθενεῖν. αἴγειροι μὲν γὰρ καὶ πτελέαι περὶ τὰς ἡλίου τροπὰς μεταβάλλειν τὴν κόμην πεφύκασιν, ̣c. 8 H. ̣ ὁ δὲ λεγόμενος γλήχων ὑπ' αὐτὴν τὴν τοῦ ἡλίου θάλλει τροπήν· ἡ δὲ ἡλιότροπος καλουμένη βοτάνη πρὸς τὴν ἡλιακὴν μεταστρέφεται φοράν, ἀνίσχοντι αὐτῷ καὶ δυομένῳ συμμετατιθεῖσα τὸ σχῆμα. περὶ γὰρ τῶν ἐναλίων τούτων, ὀστρέων λέγω καὶ χημῶν καὶ κτενῶν καὶ τῶν ἄλλων, οὐδεὶς ἀμφισβητήσει ὅτι αὔξεται καὶ συμφθίνει ταῖς σεληνιακαῖς φάσεσιν, ὡς καὶ τὰ τῶν μυῶν ἥπατα καὶ πλεῖστα ἕτερα, περὶ ὧν ἐν τοῖς περὶ Μηνῶν γραφεῖσιν ἡμῖν διελάβομεν. πρὸς τούτοις ἐμπρησμοὺς γίνεσθαι συμβαίνει, ὅταν ἡ σελήνη κατ' ἔλλειψιν ὑπὸ Ἄρεος θεωρηθῇ. 8 Ὡς γὰρ αὐτὰ