1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

13

ἐκλιπεῖν ἡ σελήνη ** σελήνης συνέλθωσι, σίτου ἀφθονία ἔσται. εἰ δὲ ἄστρον ἐκτρέχον ἐπὶ τὸν οὐρανὸν αὐλακίζει, κίνδυνον τοῖς παραλίοις ἀπειλεῖ. Σελήνη ἐν ἰχθύσιν. εἰ ὁ ἥλιος φαύλως ἐκλάμπειν δόξῃ, φθορὰ ἔσται ἀνθρώπων. εἰ δὲ ἐν τῇ πρώτῃ φυλακῇ ἡ σελήνη τὰς κεραίας συνάγῃ, εἰρήνη ἔσται. εἰ δὲ σεισμὸς γένηται, ἀπορίαν σημαίνει τοῖς συναλλάγμασιν. ἐὰν ἄστρον ἐν ἡμέρᾳ φανῇ, ἀνάγκη τὰ κοινὰ περιστήσεται. ἐὰν κεραυνὸς εἰς γῆν πέσῃ, παῦλα τῶν κακῶν. ἐὰν ὁμίχλη εἰς τὴν γῆν πέσῃ, συνοίσει τοῖς καρποῖς. 18 Σελήνη ἐν κριῷ. εἰ ἡ σελήνη ταραχώδης φανῇ, πόλεμοι ἔσονται καὶ ἐπαναστάσεις. εἰ δὲ κατὰ τὴν δευτέραν φυλακὴν ἡ σελήνη αἱματώδης φανῇ, ὁ σῖτος ἔσται ἀφθονώτατος. ἐὰν ὁ Ἕσπερος ἐγγίζῃ τῇ σελήνῃ, πόλεις πόλεσι συρραγήσονται καὶ λιμὸς ἔσται. εἰ νυκτὸς πρηστὴρ κατενεχθείη, βασιλεὺς τοῖς ἑαυτοῦ ἐπιβουλεύσει. εἰ δὲ σεισμὸς γένηται, ἔνδειαν σίτου σημαίνει. εἰ δὲ ἦχος ἐκ τοῦ οὐρανοῦ γένηται, οἱ τῆς Εὐρώπης τοῖς τῆς ἄνω Ἀσίας πολεμήσουσιν. ἐὰν ἡ ἀριστερὰ κεραία τῆς σελήνης δόξῃ ὑπερβάλλειν τὴν ἄλλην, αὐχμὸς ἔσται καὶ σίτου ἀπορία. ἐὰν ἐν ἡμέρᾳ πρώτῃ τῆς φωνῆς .................. ἄνεμοι τὸν μῆνα καταπνεύσουσιν. Σελήνη ἐν ταύρῳ. εἰ ἐκλίπῃ ὁ ἥλιος, ἐρήμωσιν ἀπειλεῖ τοῖς ἀνθρώποις. εἰ ἡ σελήνη ἐπὶ τῆς δευτέρας φυλακῆς ταραχώδης φανῇ, φθορὰ ἀνθρώπων ἔσται. εἰ ἡ σελήνη ἐξ ἴσου τὰς κεραίας ἀνίσχουσα ἔχῃ, θόρυβον τῇ βασιλείᾳ ἀπειλεῖ· εἰ δὲ κατὰ τὴν μίαν μόνον ἐξέχῃ, θόρυβοι ἔσονται καὶ φυγαί. εἰ δὲ σεισμὸς γένηται ἀπὸ πρώτης τοῦ μηνὸς ἕως δωδεκάτης, ἀφαίρεσιν τῆς ἀρχῆς τῷ ἡγουμένῳ τοῦ τόπου, ἐφ' οὗ γενήσεται, καὶ φόβον οὐκ ἀκίνδυνον ἀπειλεῖ. εἰ δὲ ἀπὸ δωδεκάτης γένηται, οὐ μόνον ἀποκινεῖται ὁ ἐπιτροπεύων τὸ ἔθνος, ἀλλὰ καὶ ἀπόλλυται. καθολικῶς δέ, ὅποι ἂν σεισμὸς ἀπὸ δεκάτης ἕως τριακοστῆς τοῦδε τοῦ μηνὸς συμβῇ, θορύβους καὶ πολέμους ἀποτελεῖ. εἰ ἀπὸ πρώτης φυλακῆς ἕως ἕκτης σεισμὸς γένηται, πολέμου ἐθνικοῦ κίνησις ἔσται, ὁ δὲ ἡγούμενος τοῦ κινήματος ἀναιρεθήσεται. Σελήνη ἐν διδύμοις. εἰ ἔκλειψις γένηται ἡλιακή, μεταβολὴ ἔσται καὶ ἐπὶ τῶν πραγμάτων ἕτεροι ἔσονται. εἰ δὲ τῆς πρώτης φυλακῆς ἐκλίπῃ ἡ σελήνη, ἀκρίδες ἔσονται· εἰ δὲ ταραχώδης φανῇ, πόλεις πρὸς πόλεις καταφεύξονται. ἐὰν ὁ τῆς Ἀφροδίτης ἀστὴρ ταραχώδης γένηται, ἀνθρώπων φθορὰ ἔσται. ἐὰν νυκτὸς ἀστὴρ πέσῃ, κακῶν σημεῖον, ὥσπερ εἰ ἐν ἡμέρᾳ ὀφθῇ. ἐὰν πρηστὴρ πέσῃ, θόρυβος ἔσται ταῖς πόλεσι ταῖς πρὸς τὴν ἀνατολήν. εἰ σεισμὸς γένηται, χάσματα τοπικὰ ἔσται. ἐὰν ὁμίχλη πυκνωθεῖσα εἰς γῆν πέσῃ, σῖτος ἔσται πολύς. εἰ ὁ ἥλιος αἱματώδης γένηται, ἀποβολὴ ἔσται ἀνθρώπων. ἐὰν πνεῦμα ἐξαίσιον πνεύσῃ ἐπὶ ἑπτὰ ἡμέρας, σῖτος ἔσται πολύς. ἐὰν ἀπὸ νεομηνίας ἕως ἐννάτης τοῦ μηνὸς τούτου σεισμὸς γένηται, φθορὰν ἀνθρώπων ἀπειλεῖ. εἰ δὲ ἀπὸ ἐννάτης ἕως δεκαεννάτης σεισμὸς γένηται, ὁ κρα τῶν τῶν πραγμάτων κάκιστα διαγενήσεται, ἔσται δὲ καὶ λιμὸς τοῖς κτήνεσι καὶ ὕδατος λεῖψις. εἰ ἀπὸ εἰκοστῆς σεισμὸς γένηται, ταπείνωσιν τοῖς διὰ λόγων ἀπειλεῖ, τῷ δὲ τόπῳ ἐναλλαγὴν ἄρχοντος. εἰ ἀπὸ εἰκοστῆς πέμπτης ἕως τριακοστῆς σεισμὸς γένηται, χειμῶνας μεγάλους σημαίνει, καὶ πόλεμος ἔσται καὶ ἀπόπτωσις ἄρχοντος κλεινοῦ. εἰ ἐπὶ τῆς τριακάδος σεισμὸς γένηται, χειμῶνας μεγάλους σημαίνει. 19 Σελήνη ἐν καρκίνῳ. εἰ ἡ σελήνη ἀμυδρὰ ὀφθείη, στράτευμα ἀλλότριον ἐπὶ τὴν βασιλέως ἥξει χώραν. ἐὰν ἦχος ἐκ τῆς γῆς γένηται, τύραννος ἀναιρεθήσεται. ἐὰν κεραυνὸς πέσῃ εἰς γῆν, πόλεις παράλιοι ἐρημωθήσονται καὶ ἀπορία ἔσται ἀνθρώπων. ἐὰν ἡ σελήνη αἱματώδης φανῇ, ἄνδρες δυνατοὶ κακοδαιμονήσουσιν· ἐὰν ἡ σελήνη ἐξ ἴσου ἔχῃ τὰς κεραίας, εἰρήνη ἔσται καὶ εὐθηνία· εἰ δὲ ὑπερέχῃ ἡ ἑτέρα τὴν ἑτέραν, ὕδατος ἔσται λείψις. εἰ σεισμὸς γένηται ἀπὸ