1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

15

ὑπὸ βασιλέως ταραχθήσεται. εἰ κατὰ τὸν αὐτὸν καιρὸν ἡ σελήνη αἱματώδης φανῇ, σφαγὰς ἀπειλεῖ. εἰ πνεῦμα βίαιον παρ' ὅλον πνεύσῃ τὸν μῆνα, ἄνδρες μεγάλοι ἀπολοῦνται. εἰ ἀστὴρ διάττοι ἀπὸ τοῦ νότου ἐπὶ τὸν βορρᾶν, οὐ μόνον αὐτὸν πνεῦσαι τὸν νότον, ἀλλὰ καὶ πόλεμον τοῖς ἐπιθαλασσίοις δηλοῖ. εἰ ὁμίχλη πέσῃ εἰς τὴν γῆν, βλαβερὸν τῷ σπόρῳ. εἰ ἐκλείψῃ ἡ σελήνη, φθορὰ ὑποζυγίων ἔσται. εἰ ἦχος ἐκ τῆς γῆς γένηται, ἀνθρώπων φυγὴ ἔσται. εἰ αἱ κεραῖαι τῆς σελήνης συμπέσωσι, σῖτος ἔσται πολὺς καὶ θάνατος τετραπόδων καὶ φθίσις ἀνθρώπων. 2122t ΠΕΡΙ ΒΡΟΝΤΩΝ Πολλῶν καὶ ὑπὲρ ἀριθμὸν ὄντων ὅσα τοῖς φυσικοῖς περὶ βροντῶν ἐδόκει, κέκριται συμβαίνειν αὐτὰς ἀπορρηγνυμένων τῶν νεφῶν καὶ ἐπικυλιομένων ἑαυτοῖς κινήσει σφοδρᾷ, τῇ τε προσρήξει ἐξαπτομένων εἰς ἀστραπὰς καὶ ἤχους κάρτα βιαίους, ἀλλοιοῦσθαι δὲ τὸν ἀνάμεσον τῆς ὑπηνέμου ζώνης καὶ τῆς γῆς ἀέρα. Χαλδαῖοί γε μὴν δυνάμεων ἀερίων εἶναι φωνὰς μὲν τὰς βροντάς φασι, δρόμους δὲ τὰς ἀστραπάς. τῷ δὲ Ἐπικούρῳ ἀπὸ ξηρᾶς ὀγκώσεως ἐκ τῆς γῆς, εἶτα ἐγκλειομένης τοῖς ὄρεσι, δίκην τῶν ἐν τοῖς σώμασιν ὄγκων, οὔπω διεξόδου τυχόντων, στρόφους καὶ τροχώσεις ἐμποιοῦσι τῷ κατ' αὐτὸν λεγομένῳ κενῷ· οὐδὲ γὰρ δυνάμεων εἶναι πλήρη τὸν ἀνάμεσον οὐρανοῦ καὶ τῆς γῆς δίδωσι χῶρον κατὰ τοὺς Πυθαγορείους. καὶ ἀληθῆ ἀξιοῖ λέγειν τῷ μὴ καθ' ἑτέραν ἢ κατὰ τὴν θερινὸν ὡς ἐκ τοῦ πλείονος ὥραν βροντὰς ἐπιρρήγνυσθαι, καὶ διαφερόντως ἐκδίδοσθαι ξηροτέρας, ἡνίκα βαθείας οὔσης τῆς ἐν τῷ μέσῳ χώρας ὄρεσιν ὑψηλοῖς ὁ τόπος ἐγκλείοιτο. καὶ ἅμα μὲν οὖν αὐτοῖν ἑκάτερον γίνεται, ἥ τε βροντὴ ἥ τε ἀστραπή· ἐπειδὴ δὲ ὀξυτέρα τῆς ἀκοῆς ἡ ὄψις τῷ θᾶττον ἐπὶ πᾶν ἐκτείνεσθαι, πρώτην ὁρᾶσθαι πολλάκις συμβαίνει τὴν ἀστραπήν. 22 Πᾶσα δὲ βροντή, καὶ τούτων αἱ μετέωροι καὶ διηχέσταται μάλιστα, σημαίνουσί τι, καὶ διαφερόντως αἱ ἐκ τοῦ ἀριστεροῦ μέρους τοῦ κόσμου· τοῦτο δ' ἂν εἴη τὸ νότιον αἱ γὰρ πρὸς νότου εἰσὶ θειότεραι κατὰ τὸν ποιητήν, ἐπεὶ καὶ πρὸς τοῦ τῆς γῆς ἐφόρου ἐπιτροπεύεται, ὡς Αἰγυπτίοις δοκεῖ, τοῦ Κρόνου λέγω, ὥσπερ τὸ βόρειον ὑπὸ τοῦ τῆς γενέσεως αἰτίου· ὅθεν καὶ πρὸς νότον τὰ ἱερὰ ἀπευθύνεσθαι Ἑβραίοις καὶ Αἰγυπτίοις δοκεῖ. τὰ δὴ οὖν χρησιμώτατα τῶν περὶ τούτου θεωρημάτων καταμαθὼν καὶ τῶν κιβδήλων ἐκκαθάρας τὴν θεωρίαν ὑποθήσω τῷ λόγῳ· ποικίλης γε μὴν οὔσης καὶ πολυσχιδοῦς τῆς θεωρίας, τέως χρειῶδες διαρθρῶσαι τὴν παράδοσιν. Οἱ μὲν δὴ παλαιοὶ τῶν περὶ ταῦτα σπουδαίων πρὸς τὴν σελήνην καὶ τὰς ἐν αὐτῇ φάσεις τὸν περὶ βροντῶν σκοπὸν ἀπευθύνουσιν, ἐπεὶ καὶ μᾶλλον ἐπιβέβηκεν αὕτη τῷ γένει τῷ παντὶ καὶ πάντα προσεχῶς διοικεῖται δι' αὐτῆς, ὅθεν καὶ Τύχη πρός τινων καὶ Πρόνοια λέγεται· οἱ δὲ Αἰγύπτιοι πρὸς ἥλιον καὶ τοὺς τῶν ἐν οὐρανῷ ζῳδίων οἴκους τὸν στοχασμὸν ἁρμόζειν διισχυρίζονται. καὶ οἱ μὲν καθ' ἑκάστην ἡμέραν τοῦ ἡλιακοῦ μηνός, οἱ δὲ ὡσαύτως ἐφήμερον τὸν σεληνιακὸν μῆνα διαλαμβάνουσι. καὶ οὗτοι μὲν πρὸς τὰ ζῴδια τὸν ἥλιον, ἐκεῖνοι δὲ τὴν σελήνην ἀνιχνεύουσιν. ὥστε χρειῶδες πάντων ἀνὰ μέρος καὶ μὴ ὑφ' ἓν ἐπιμνησθῆναι, καὶ πρῶτον τῶν ἡλιακῶν σημείων· δεῖ γὰρ τὸν ἥλιον κάλλει καὶ δυνάμει τὴν πᾶσαν διακόσμησιν ἀναβεβηκότα καὶ τοσούτῳ κρείττονα τῶν αἰσθητῶν, ὅσῳ τἀγαθὸν τῶν νοητῶν, κἀνταῦθα τὰ πρῶτα λαβεῖν. 6t TONITRVALE EX AEGYPTIORVM DOCTRINA SECVNDVM MENSES SOLARES DISCRIPTVM