1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

17

Ὀρχηνίας ἤτοι Ἀντορχηνίας. οὐχἥκιστα δὲ ταραχθήσονται οἱ ἄνδρες τῶν ἐθνῶν τούτων· καὶ γὰρ ἄρρεν ζῴδιον ὁ λέων. Μηνὶ Σεπτεμβρίῳ. τοῦ ἡλίου ἐν παρθένῳ γενομένου εἰ βροντὴν γενέσθαι συμβαίη, φθορὰν ζῴων εὐλαβητέον, ἁρπαγάς τε πολεμίων καὶ ἀνδραποδισμοὺς ἀνήβων, καὶ διαφερόντως τῶν παρθένων, ἐπειδὴ θῆλυ ζῴδιον ἡ παρθένος. ἐπὶ Ἑλλάδος δὲ ταῦτα συμβή σεται, Κρήτης, Βαβυλωνίας, Μεσοποταμίας καὶ Κοίλης Συρίας. 26 Ὁ ἥλιος ἐν ζυγῷ μηνὶ Ὀκτωβρίῳ. τοῦ ἡλίου ἐν ζυγῷ γενομένου ἐὰν βροντὴ γένηται, θορύβους καὶ στάσεις σφαλερὰς μετὰ δυσμὰς ἡλίου ἀναφθῆναι προλέγει, καὶ τῇ ἀμπέλῳ τὴν ἐκ θηρίων βλάβην ἀπειλεῖ ἐπί τε Βακτρίας, Κασπίας, Σηρικῆς, Θηβῶν τῶν ἄνω, Ὀάσεως, Τρωγλοδυτικῆς. ἡ δὲ ἐκ τοῦ θορύβου βλάβη οὐ γυναικῶν, ἀνδρῶν δὲ μᾶλλον καθάψεται, ἐπεὶ καὶ ἄρρεν τὸ ζῴδιον. Ὁ ἥλιος ἐν σκορπίῳ μηνὶ Νοεμβρίῳ. εἰ κατὰ τοῦτο τοῦ καιροῦ βροντὴν γενέσθαι συμβαίη, ἀνὴρ μὲν δυνατὸς ἐκ τοῦ πολιτεύματος πεσεῖται, ὁ δὲ σῖτος ἄφθονος ἔσται ἐπί τε Κομμαγηνῆς Συρίας, Κασπίας, Μαυριτανίας καὶ Γαιτουλίας. τὸ δὲ θῆλυ γένος τῶν ζῴων κακωθήσεται, καὶ διαφερόντως ἐπὶ τῶν χωρῶν τούτων, ὅτι θῆλυ ζῴδιον ὁ σκορπίος. Μηνὶ ∆εκεμβρίῳ. τοῦ ἡλίου ἐπὶ τοξότην ἰόντος εἰ βροντὴν ἐπιρραγῆναι συμβαίη, τοῖς Περσῶν βασιλεῦσι κίνδυνος ἐπιπεσεῖται τῷ τε ἔθνει παντί. ἡ δὲ Κελτικὴ πρὸς Ἱσπανίας καὶ Τυρρηνία καὶ ἡ εὐ δαίμων Ἀραβία σφόδρα ταραχθήσεται, καὶ διαφερόντως τοῖς ὅπλοις, ἐπεὶ καὶ ἄρρην ὁ τοξότης. 8t ΕΦΗΜΕΡΟΣ ΒΡΟΝΤΟΣΚΟΠΙΑ ΤΟΠΙΚΗ ΠΡΟΣ ΤΗΝ ΣΕΛΗΝΗΝ ΚΑΤΑ ΤΟΝ ΡΩΜΑΙΟΝ ΦΙΓΟΥΛΟΝ ΕΚ ΤΩΝ ΤΑΓΗΤΟΣ ΚΑΘ' ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Εἰ ἐπὶ πάσαις ταῖς τῆς διοσημείας παραδόσεσι τὴν σελήνην φαίνονται λαβόντες οἱ ἀρχαῖοι ὑπ' αὐτὴν γὰρ τά τε βροντῶν τά τε κεραυνῶν ἐκδέδοται σημεῖα, καλῶς ἄν τις ἄρα καὶ τὸν σελήνης οἶκον ἐπιλέξαιτο, ὥστε ἀπὸ τοῦ καρκίνου καὶ ἐνταῦθα τὴν ἐφήμερον ἀπὸ τῆς σεληνιακῆς νουμηνίας κατὰ τοὺς σεληνιακοὺς μῆνας ληψόμεθα τῶν βροντῶν ἐπίσκεψιν· ἐξ ἧς τὰς τοπικάς, ἐφ' ὧν ῥήγνυνται χωρίων αἱ βρονταί, παρατηρήσεις οἱ Θοῦσκοι παρέδοσαν. ΜΗΝΙ ΙΟΥΝΙΩ Σελ. αʹ. ἐὰν βροντήσῃ, τῶν καρπῶν εὐφορία ἔσται, ἐξῃρημένων κριθῶν· νοσήματα δὲ ἐπισφαλῆ τοῖς σώμασιν ἐπισκήψει. βʹ. ἐὰν βροντήσῃ, ταῖς μὲν ὠδινούσαις ἀπαλλαγὴ μᾶλλον ῥᾳδία, τοῖς δὲ θρέμμασι φθορά, ἰχθύων γε μὴν ἀφθονία ἔσται. γʹ. ἐὰν βροντήσῃ, καύσων ἔσται ξηρότατος, ὥστε μὴ τοὺς ξηροὺς μόνους ἀλλὰ καὶ τοὺς ὑγροὺς καρποὺς διαφρυγέντας ἀποκαυθῆναι. δʹ. ἐὰν βροντήσῃ, νεφελώδης καὶ ὑετώδης ὁ ἀὴρ ἔσται, ὡς ἐκ σηπτικῆς ὑγρότητος φθαρῆναι τοὺς καρπούς. εʹ. ἐὰν βροντήσῃ, ἀπαίσιον τοῖς ἀγροῖς· οἱ δὲ χωρίοις ἢ πολίχναις ἐφεστῶτες ταραχθήσονται. ςʹ. ἐὰν βροντήσῃ, ἀκμάσασι τοῖς καρποῖς ἐντεχθήσεταί τι θηρίον τὸ βλάπτον αὐτούς. ζʹ. ἐὰν βροντήσῃ, νοσήματα μὲν ἐνσκήψει, ἀλλ' οὐ πολλοὶ ἐξ αὐτῶν τεθνήξονται· καὶ οἱ μὲν ξηροὶ καρποὶ ἐπιτεύξονται, οἱ δὲ ὑγροὶ ξηρανθήσονται. ηʹ. ἐὰν βροντήσῃ, ἐπομβρίαν καὶ φθορὰν σίτου δηλοῖ. θʹ. ἐὰν βροντήσῃ, φθορὰ τοῖς θρέμμασιν ἔσται ἐξ ἐπιδρομῆς λύκων. ιʹ. ἐὰν βροντήσῃ, θάνατος μὲν ἔσται συχνός, εὐθηνία δὲ ὅμως. ιαʹ. ἐὰν βροντήσῃ, καύματα μὲν ἀβλαβῆ, τὰ δὲ πολιτικὰ ἐν εὐφροσύνῃ ἔσται. ιβʹ. ἐὰν βροντήσῃ, ὁμοίως ὡς ἐπὶ τῇ πρὸ