1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

14

πρωῒ ἕως μεσημβρίας, θεοχολωσίαν ἀπειλεῖ· εἰ ἀπὸ ἕκτης ἡμέρας ἕως τριακάδος σεισμὸς γένηται, τοῖς μὲν πρωτεύουσι τῆς χώρας μετανάστασιν, τοῖς δὲ λοιποῖς θόρυβον ἀπειλεῖ. εἰ δὲ ἀπὸ πρώτης φυλακῆς τῆς νυκτὸς ἕως τρίτης ἀρχομένης σεισμὸς γένηται, τοῖς μὲν διὰ λόγων ὀφθεῖσιν ἀτιμίαν ἀπειλεῖ, τοῖς δὲ βιβλίοις φθορὰν καὶ τοῖς περὶ τὴν ἀνατολὴν πολέμους. Σελήνη ἐν λέοντι. εἰ ὁ ἥλιος ἀμαυρὸς γενήσεται, μέγας ἀνὴρ ἀπολεῖται, ἐπὶ δὲ τῶν πραγμάτων ἕτερος ἔσται ἀρχικώτερος. εἰ ἡ σελήνη ἀμαυρὰ γένηται τῇ ἑωθινῇ φυλακῇ, στράτευμα ἀλλότριον ἐπελεύσεται τῇ τοῦ βασιλέως χώρᾳ. ἐὰν σεισμὸς γένηται, θόρυβος ἔσται καὶ ἀνδρὸς δυνατοῦ ἀναίρεσις. εἰ κεραυνὸς πεσεῖται, πόλεις παράλιοι ἐρημωθήσονται. εἰ ἡ σελήνη αἱματοειδὴς φανῇ, ἀπώλειαν δυνατῶν δηλοῖ. εἰ ἄνεμος σφοδρὸς πνεύσῃ, τῇ χώρᾳ συνοίσει. ἐὰν ὁμίχλη πέσῃ, ἀνάγκη συμπεσεῖται ἀνδρὶ μεγάλῳ. ἐὰν σεισμὸς γένηται ἀπὸ νουμηνίας ἕως δεκάτης, φόνους καὶ στενώσεις καὶ φθορὰν τῶν κτηνῶν ἀπειλεῖ ἢ λιμόν, μεταλλάξει δὲ καὶ ὁ ἡγούμενος τῆς χώρας. εἰ ἀπὸ δεκάτης ἕως τριακοστῆς σεισμὸς γένηται, σημαίνει μὲν ταραχὰς καὶ φυγάς, ἐλπίδα δὲ ἀγαθῶν. εἰ σεισμὸς γένηται "1νύκτα παρ' ἀμφιλύκην"2, πρὸς μὲν βραχὺ ἀγαθὰ ἔσται, ἀκολουθήσει δὲ τὰ πάντων ἀλγεινότατα. Σελήνη ἐν παρθένῳ. εἰ ὁ ἥλιος ἐρυθρὸς γένηται, σύμμαχοι ἀποστήσονται. εἰ ἡ σελήνη ἀμαυρὰ γένηται τῇ πρώτῃ φυλακῇ, φθορὰ κτηνῶν ἔσται. εἰ τῇ ἑωθινῇ φυλακῇ τὸ αὐτὸ γένηται, μέγας ἀνὴρ ἀπολεῖται. εἰ ὁ τῆς Ἀφροδίτης ἀστὴρ πλησίον τῇ σελήνῃ γένηται, πολέμους ἐμφυλίους ἀπειλεῖ. εἰ πρηστὴρ πέσῃ, αἱ παράλιοι πόλεις ἀφανισθήσονται. εἰ ἀπὸ γῆς ἦχος γένηται, πόλεμον τοῖς παραλίοις ἀπειλεῖ. εἰ σελήνης ἀνισχούσης αἱ κεραῖαι αὐτῆς ἀλλήλαις πλησιάσωσι, κατομβρίαν δηλοῖ εἰς ἀπώλειαν καρπῶν. εἰ ἐκλίπῃ ἡ σελήνη, μέγας ἀνὴρ ἀπολεῖται. εἰ σεισμὸς γένηται, ἀνθρώπων φθορὰν ἀπειλεῖ. εἰ ἐν ἡμέρᾳ ἀστέρες φανῶσιν, ἀναίρεσις ἔσται ἀνθρώπων. εἰ ἄνεμος βίαιος πνεύσῃ, εἰρήνην παρ' ὅλον τὸν ἐνιαυτὸν δηλοῖ. εἰ σεισμὸς γένηται ἀπὸ νουμηνίας ἕως ἑβδόμης, εὐθηνίαν, ἅμα δὲ καὶ βίαιον θάνατον προσδοκητέον καὶ Περσῶν ἔφοδον. εἰ ἀπὸ ὀγδόης ἕως δεκάτης σεισμὸς γένηται, ἔνδειαν σίτου ἀπειλεῖ. εἰ σεισμὸς γένηται νυκτός, φθορὰν τῶν πρωτευόντων τοῦ ἔθνους καὶ ἀλλοίωσιν τῶν πραγμάτων ἀπειλεῖ. εἰ πολλάκις γένηται σάλος, ταραχὰς καθολικὰς προλέγει καὶ τῶν δυναστῶν μετάπτωσιν. 20 Σελήνη ἐν ζυγῷ. εἰ ὁ οὐρανὸς ταραχώδης γένηται ἐπὶ τῆς πρώτης φυλακῆς τῆς νυκτός, λιμὸν ἀπειλεῖ· εἰ δὲ ἐπὶ δευτέρας, δυτικαὶ πόλεις αἰχμαλωτισθήσονται· εἰ δὲ ἐπὶ τῆς ἑωθινῆς, λικμητὸν ἀνθρώποις ἀπειλεῖ. εἰ ἦχος ἀπὸ τῆς γῆς γένηται, φθόνους ἀπειλεῖ. εἰ πρηστὴρ πέσῃ, παλαιαὶ πόλεις ἐρημωθήσονται. εἰ ὁ Ἕσπερος ὑπὸ τῆς σελήνης διέλθῃ, ἀνὴρ δυνατὸς ἀναιρεθήσεται. εἰ παρὰ πάντα τὸν μῆνα βίαιος ἄνεμος ῥεύσῃ, ταραχὰς ἀπειλεῖ. εἰ σεισμὸς ἀπὸ νουμηνίας ἕως δεκάτης γένηται, φθορὰ κτηνῶν ἔσται καὶ πτῶσις τοῦ ἡγουμένου τῆς χώρας· εἰ δὲ ἀπὸ ἑνδεκάτης ἕως ˉλ, προνομὴν ἀπειλεῖ τῆς χώρας. Σελήνη ἐν σκορπίῳ. εἰ κατὰ τὴν πρώτην τῆς νυκτὸς φυλακὴν αἱματώδης ἡ σελήνη φανῇ, ἀνταρσίαν καὶ ἑτέρου προαγωγὴν δηλοῖ. εἰ ὁμιχλάνῃ ὁ ἀὴρ ἢ ἐπὶ γῆς ῥίψῃ τὴν ἀχλύν, φθορὰ ἔσται σίτου. εἰ δὲ διάττῃ ἀστήρ, φθορὰν σίτου καὶ ἀνθρώπων ἀπειλεῖ, ὅταν μέντοι ἀπὸ ἀνατολῶν εἰς δυσμὰς ἐκτρέχῃ. εἰ δὲ ἦχος ἐκ τῆς γῆς γένηται, φυγὴν ἀπειλεῖ. εἰ δὲ αἱ κεραῖαι τῆς σελήνης συμπέσωσι, σῖτος μὲν ἔσται πολύς, τετραπόδων δὲ θάνατος καὶ θηρίων ἔσται. εἰ σεισμὸς γένηται, ἀνὴρ ἀπολεῖται μέγας. εἰ δ' ὁ Ἕσπερος ἐγγίσῃ τῆς σελήνης, θόρυβοι ἔσονται. Σελήνη ἐν τοξότῃ. εἰ ἡ σελήνη αἱματώδης φανῇ, πόλεις μεγάλαι ἀνάστατοι ἔσονται. εἰ ἡ σελήνη ἀμαυρὰ γένηται κατὰ τὴν πρώτην φυλακὴν ἢ κατὰ τὴν μεσομηνίαν, οἱ περὶ τὰ βασίλεια ταραχθήσονται· εἰ δὲ κατὰ τὴν δευτέραν φυλακήν, τοῖς ἐν θαλάσσαις πόλεμον δηλοῖ· εἰ δὲ τῇ ἑωθινῇ, ἀνὴρ δυνατὸς