1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

5

καθ' ἑαυτὰ τὰ γήινα δηλωτικὰ τυγχάνει τῶν ἐσομένων, περιττὸν ἂν εἴη μακρηγορεῖν. ὅταν μὲν γὰρ ἱδροῦν ἢ δακρύειν δοκῇ ἀγάλματα ἢ εἰκόνες, ἢ ὅταν κάμινος ἢ ἰπνὸς περιπεφρυγμένος ἐκλάμψῃ, στάσεις ἐμφυλίους ἀπειλεῖ. ἢ ὅταν ποταμοὶ τὰς ἑαυτῶν ὑπερχέωσι κοίτας, ἔφοδον πολεμίων φράζουσιν. αἱ γὰρ ἱδρώσεις προβατείων σπλάγχνων τί σημαίνουσιν, οὐδεὶς ἀγνοεῖ. ἢ καὶ ὅταν ἐπίθολον ὕδωρ αἱ φρεατίαι ἀναβλύζωσι, καθ' ἑαυτῆς ἡ πολιτεία *. ἢ καὶ ὅταν ἰκτῖνος ἐν θεάτρῳ συνηγμέ νῳ τῷ πλήθει ἀνέδην περιποτᾶται, ὁποῖον ἱπποδρομίας ἐπιτελουμένης εἴδομεν ἐπὶ τῆς ἄρτι διελθούσης ἐνάτης ἐπινεμήσεως, ἧς ἀγομένης ἰκτῖνος τὸ βέλος, τὴν λεγομένην σαγίτταν, τῷ ῥέμφει φέρων, ὅλον ἐπικυκλώσας τὸν δῆμον, ἐπὶ τοῦ ὀβελοῦ ταύτην διωλύγιον συρίττων ἀπέθετο. ὁ δὲ δῆμος οὐδὲν βραδύνας, καθ' ἑαυτοῦ δὲ κινηθείς, αὐτὸς μὲν ἀπώλλυτο, ἡ δὲ πόλις πυρὶ πᾶσα διεφθείρετο, ὡς καὶ αὐτὴν τὴν βασιλείαν, εἰ μὴ θεὸς ἀντέπραττεν, οὐ πόρρω κινδύνων ἐλθεῖν. τὰ γὰρ περὶ ἐπόπων καὶ νυκτικοράκων λύκων τε καὶ ἀλωπέκων, ὅταν ἐν πόλεσι φαίνωνται, τὰ εἰρημένα τοῖς ἀρχαίοις μετὰ Πόλλητα καὶ τοὺς ἐξ ὧν αὐτὸς διαλέγεται, περιττὸν ἄντικρυς ἀναφέρειν. Τοσαῦτα μὲν οὖν πρὸς τοὺς ταῖς διοσημείαις ἐνισταμένους καὶ Πτολεμαίῳ τολμῶντας ἀντιλέγειν ἐκ πολλῶν ὀλίγα λελέχθω. καιρὸς δὲ ἄρξασθαι τῆς ἐπαγγελίας, ἐκ τῶν ἡλιακῶν ἀποτελεσμάτων λαμβάνοντας τὰ προοίμια. 99dt DE SOLIS LVNAEQVE SIGNIFICATIBVS Ἰστέον ἐν πρώτοις ὡς μόνος ὁ ἥλιος καθολικὰς ἔχει ἐνεργείας, τῶν ἄλλων διοσημειῶν τοπικὰς ἐχου σῶν. δέδοται γὰρ ἅπαξ ἡλίῳ μὲν καλύπτεσθαι τῇ παρεμπτώσει τῆς σελήνης, αὐτῇ δὲ τῇ ἀντιπτώσει τῆς γῆς, καὶ τὸν μὲν ἐν συνόδῳ πάντων, τὴν σελήνην δέ, ὅταν ᾖ πλησιφαής. καὶ τούτου χάριν οὐδεὶς ἂν ἀμφισβητήσειε. προγνωσθῆναι δὲ τοῦτο λέγεται παρὰ μὲν Ἕλλησι πρὸς Θαλοῦ τοῦ Μιλησίου ἐπὶ τῆς ἐνάτης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, ἔτει ἑβδομηκοστῷ καὶ ἑκατοστῷ τῆς κτίσεως Ῥώμης ὕστερον, παρὰ δὲ Ῥωμαίοις ὑπὸ Σουλπικίου Γάλλου, μιᾷ πρόσθεν ἡμέρᾳ τῆς Περσέως τοῦ Μακεδόνος ἥττης. ἐπὶ δὲ Οὐεσπασιανοῦ τοῦ Καίσαρος ἐν πέντε καὶ δέκα ἡμέραις ἀμφοτέροις τοῖς φωσὶ τοῦτο συνέβη παθεῖν. Οὐ μὴν ἀεὶ τοῦτο τὸ πάθος τὰ αὐτὰ προμηνύει· οὐδὲ γὰρ μονοειδεῖς αἱ ἐκλείψεις, ἡλίου μὲν τὴν Ἀσίαν διέποντος, σελήνης δὲ τὴν Εὐρώπην *, καὶ μάλιστα ὅταν πρὸς τοὺς λεγομένους κακοποιοὺς ἡ ἔκλειψις γένηται, κακουμένων μὲν τῶν βασιλικῶν ζῳδίων καὶ τῆς τῶν ἀγαθῶν ἐπικουρίας ἀργούσης. ἐν ταύρῳ μὲν γὰρ ἢ παρθένῳ ἢ αἰγόκερῳ συμβαινούσης ἐκλείψεως ὁποτέρου τῶν φώτων κατὰ τοὺς προκειμένους λόγους, καρπῶν ἔνδεια καὶ διαφερόντως τῶν ὡρίμων συμβαίνει, καθὸ σταχυηφόρος μὲν ἡ παρθένος, ἀροτρεύει δὲ ὁ ταῦρος, ὁ δὲ αἰγόκερως πρῶτος τῶν τοιούτων καρπῶν ἀπογεύεται· εἰ δὲ ἐν διδύμοις ἢ ζυγῷ ἢ ὑδροχόῳ γένηται τὸ τοιοῦτον, ἀνθρωποειδοῦς ὄντος τοῦ τριγώνου, οἱ λοιμοί τε καὶ λιμοὶ ἐνσκήψουσιν· ὅταν δὲ ἐν καρκίνῳ ἢ σκορπίῳ ἢ ἰχθύσι συμβαίνῃ, ὄχλων φθοραὶ καὶ πολέμων στάσεις καὶ ἐναλίων ὄλεθρος ἐπικείσεται. ἐπὶ δὲ τοῦ βασιλικοῦ τριγώνου, κριοῦ τε φημὶ καὶ λέοντος καὶ τοξότου, γινομένης ἐκλείψεως ἀνάγκη τινὰ τῶν περὶ τὴν βασιλείαν αὐτὴν παθεῖν τι τοιοῦτον, ὁποῖον συμβαίνει περὶ τὸ τρίγωνον, ἐκείνου προσεπιθεωμένου· ὡς ὅταν ἔκλειψις ἐν λέοντι γένηται τοῖς μὲν βασιλεῦσι κάκωσιν σημαίνει τινά, τὸν δὲ Νεῖλον ἀποστρέφει. ὥστε καὶ θαυμάζειν εἰκότως τὴν τοῦ θεοῦ πρόνοιάν ἐστι, παρ' ὅλον τὸν τῆς εὐτυχεστάτης ταύτης τῆς βασιλείας ̣Anastasiị καιρὸν ἐκλείψεως ἐπὶ τούτου τοῦ ζῳδίου μὴ γενομένης. ταῦτα μὲν οὖν ὑπὲρ τῶν ἡλιακῶν ἐκλείψεων εἴρηται.