1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

26

42t ΚΑΘΟΛΙΚΗ ΕΠΙΤΗΡΗΣΙΣ ΠΡΟΣ ΣΕΛΗΝΗΝ ΑΠΟ ΤΗΣ ΘΕΡΙΝΗΣ ΤΡΟΡΗΣ ΕΚ ΤΩΝ ΛΑΒΕΩΝΟΣ ΚΑΘ' ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Εἰ κατὰ τὴν ἑνδεκάτην τοῦ καρκίνου μοῖραν σελήνη εἴη ἐν κριῷ, ἔσονται ἀχλύες καὶ βρονταὶ καὶ χάλαζαι, ταραχαὶ δὲ τοῖς δένδροις ἐκ βιαιοτέρων πνευμάτων, καὶ ζάλη ἀερία, τίμιοί τε οἱ καρποί, καὶ αὐχμηρὸν τὸ περιέχον ἐκ λοιμικῆς θερμασίας. Εἰ δὲ ἐν ταύρῳ, ἔνδεια μὲν ἔσται τῶν ἐπιτηδείων, ἐλαίου δὲ διαφερόντως, τὰ μέντοι σταθμῷ ἀποδιδόμενα εὐτελῆ ἔσται. Ἐν διδύμοις γε μὴν οὔσης τῆς σελήνης ἐπὶ τῆς θερινῆς τροπῆς ἀμφίβολος ἔσται ὁ ἐνιαυτός· ἡγήσεται μὲν γὰρ ὑγρότης, ἕψεται δὲ ξηρότης, καὶ ὁ μὲν σῖτος ἐλάσσων, κρείττων δὲ ὁ οἶνος, καὶ οὐχ ἥκιστα τὸ ἔλαιον ἀφθονώτατα διαρκέσει. Ἐν καρκίνῳ δὲ οὔσης σελήνης ἐπὶ τῆς θερινῆς τροπῆς, ὡς προϋποδέδεικται ̣p. 62, 12 ̣, εὔφορος ὁ ἐνιαυτὸς ἔσται περὶ πάντας τοὺς καρπούς, ξηρούς τε καὶ ὑγρούς· εἰκότως οὖν εὐθηνίαν προσδοκητέον. Εἰ δὲ ἐπὶ τοῦ λέοντος σελήνης οὔσης ἡ θερινὴ συνέλθοι τροπή, βροντώδη καὶ θυελλώδη ἄν τις ἐκδέξαιτο τὸν ἀέρα· νεφώδης γὰρ ἔσται καὶ ἀχλυώδης, ὡς περιττευούσης τῆς ἐξ ὑπερῴων ὑγρασίας τοὺς μὲν ξηροὺς καρποὺς ἐλαττωθῆναι, τοὺς δὲ ὑγροὺς ἐπιδοῦναι. Ὅταν δὲ ἐπὶ τῆς θερινῆς τροπῆς σελήνη τὴν παρθένον ἔχῃ, στεῖρος μὲν καὶ ἐγγὺς ἄκαρπος ὁ ἐνιαυτός, ἐκ δὲ ἀδοκήτου περί τε τοὺς ξηροὺς καρποὺς καὶ ὑγροὺς ἔσται τις παραψυχή. Ἐν ζυγῷ οὖσα σελήνη εἰ τὴν θερινὴν καταλάβοι τροπήν, εὔφορον μὲν καὶ αὐτάρκη τὸν ἐνιαυτὸν ἐμφαίνει περὶ τοὺς ξηροὺς καρπούς, ὑγρὸν δὲ ὅμως καὶ ἔπομβρον· καὶ τὰ σταθμῷ διδόμενα τίμια ἔσται, τὸ δὲ ἔλαιον σὺν καὶ τῷ οἴνῳ ἔσται τιμιώτατον. Ἐν σκορπίῳ σελήνης ἐπὶ τῆς μὲν θερινῆς τροπῆς τυγχανούσης ξηρὸς καὶ ὄψιμος ὁ ἐνιαυτὸς ἐπὶ τοῖς καρποῖς ἔσται, χαλαζώδης δὲ οὐχ ἥκιστα καὶ ταρακτικός· ὅ γε μὴν σπόρος, καὶ εἴ τι ὑπὸ γῆν, ἔξω ἐλπίδος· λιμὸς οὖν ἔσται πάντως καὶ φθορὰ τῶν ἀνθρώπων. Τοξότην ἐχούσης σελήνης ἐπὶ τῆς τοῦ θερινοῦ κέντρου τροπῆς, πλημμύρα ἔσται ὑδάτων ἀτμοί τε καὶ χαλαζώδεις ὄμβροι, καὶ φθορὰ τῶν πτηνῶν, καὶ ναυάγια οὐ μικρά, καὶ ἐλαττώσεις μὲν τῶν ὑγρῶν καρπῶν, ἀφθονία δὲ τῶν ξηρῶν. Ὅταν γε μὴν τὸν αἰγόκερων ἔχῃ σελήνη ἐπὶ τῆς ἐν θέρει τροπῆς, οὕτως ἐπομβρήσει ὁ ἀὴρ ὡς ἐμποδὼν γενέσθαι τῇ συναγωγῇ τῶν καρπῶν καὶ μεταμελῆσαι τοῖς γεωργοῖς τῆς ἐπὶ τῷ σπόρῳ σπουδῆς· ἐκ παραδόξου δὲ οἱονεὶ τῆς προνοίας οἴνου μὲν καὶ ἐλαίου ἀφθονία, ἥκιστα δὲ λοιμῶδες τὸ τοῦ ἀέρος κατάστημα. Τῷ δ' ὑδροχόῳ ἢ τοῖς ἰχθύσιν ἐνδιατριβούσης σελήνης τὰ αὐτὰ μὲν ἔσται σχεδὸν περὶ τὴν τῶν καρπῶν ἐκδοχήν, ἐλάττους δὲ ἔσονται οἱ ἰχθύες πρὸς αὐτούς, καὶ διαφερόντως οἱ ποτάμιοι καὶ ὅσοι θαλάσσης ἔξω μειωθήσονται. 4346t ΠΕΡΙ ΚΕΡΑΥΝΩΝ Τὰς φύσεις τῶν πραγμάτων λέγειν, καὶ ὅπως γίνεσθαι κεραυνοὺς ἡ παλαιότης ὑπολαμβάνει, τοῖς ἀρχαιοτέροις ἀποχρώντως τῆς περὶ τῶν τοιούτων θεωρίας διαληφθείσης οὐ τούτου καιρός, οὐδὲ τὸ ἐπάγγελμα τουτὶ προύθηκεν, ἀλλ' ὅπως κατὰ τὴν Θούσκων παράδοσιν ἐπιγνωσθεῖεν οἱ κεραυνοί, τί ἄρα παραδηλοῦσιν ἐκπίπτοντες. ἐν τούτοις μὲν εἰδέναι χρὴ ὡς οὐ κατὰ πάντα τὸν ἐνιαυτὸν κεραυνοὶ ἀποθλίβονται· οὐδὲ γὰρ ἐπὶ θέρους ἢ ἐπὶ χειμῶνος τοῦτο συμβαίνειν πέφυκε καθόλου, ἀλλ' ἐν ἦρι ἢ μετοπώρῳ, περὶ τὴν πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. ὅθεν οὔτε ἐν Σκυθίᾳ ἢ συνελόντι εἰπεῖν ἐπὶ τὸ ἀρκτῷον κέντρον κεραυνοὺς βάλλεσθαι, οὔτε ἐν Αἰγύπτῳ ἤγουν