1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

34

μέρους. καὶ συννέφεια ἔσται, καὶ σφοδρὸς βορρᾶς μετὰ βροχῆς. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Φεβρουαρίων ὑετὸς χιόνι μεμιγμένος. 60t ΦΕΒΡΟΥΑΡΙΟΣ αʹ. καλένδαις Φεβρουαρίαις κρυπτὸν ἄστρον, νότος καὶ εὖρος· καὶ ἡ λύρα ἄρχεται δύεσθαι. βʹ. τῇ πρὸ δʹ νωνῶν Φεβρουαρίων θυελλώδης ὁ ἀήρ, καὶ παραπνεύσει ὁ ζέφυρος. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ μέσον τοῦ λέοντος σὺν τῇ λύρᾳ δύεται. ἀπαρκτίας δὲ ἅμα καὶ βορρᾶς. δʹ. τῇ πρὸ αʹ νωνῶν δύεται ὁ δελφίν· καὶ ἐν ἑσπέρᾳ νότος ἐπιτείνει μετὰ βροχῆς. εʹ. νώναις Φεβρουαρίαις τοῦ ὑδροχόου τὰ μέσα ἀνίσχει· ταραχώδης δὲ ὁ ἀὴρ ἐκ τοῦ ζεφύρου. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Φεβρουαρίων δύεται ἡ λύρα, καὶ ὁ ζέφυρος ἀπὸ δυσμῶν πνεῖ. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀρχὴ ἔαρος, καθ' ὃ ζέφυρος πνεῖ. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ζέφυρος σὺν τῷ βορρᾷ πνεῖ. θʹ. τῇ πρὸ εʹ εἰδῶν ἄστρον κρυπτόν· καὶ ἀνίσχει ὁ ὑδροχόος. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ἀπαρκτίας μετὰ ζεφύρου· ἔστι δ' ὅτε καὶ βροχαί. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ἀπηλιώτης πνεῖ, καὶ ἀνίσχει ὁ ἀρκτοῦρος. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν Φεβρουαρίων ἀνεμομαχία. ιγʹ. εἰδοῖς Φεβρουαρίαις ὁ τοξότης ἐν ἑσπέρᾳ δύεται, καὶ σφοδρὸς χειμών. ιδʹ. τῇ πρὸ ιςʹ καλενδῶν Μαρτίων ὁ κρατὴρ ἀνίσχει ἐν ἑσπέρᾳ, καὶ ἐναλλαγέντων τῶν ἀνέμων ὁ νότος ἐπικρατεῖ. ιεʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ ἥλιος ἐν ἰχθύσιν, καὶ ὁ ἀὴρ χειμαίνει. ιςʹ. τῇ πρὸ ιδʹ καλενδῶν ἀπαρκτίας πνεύσει μετὰ τοῦ νότου· νέος δὲ ἥλιος. ιζʹ. τῇ πρὸ ιγʹ καλενδῶν δύεται ἡ παρθένος· ῥεύσει δὲ νότος μετὰ ζεφύρου καὶ βορρᾶς. ιηʹ. τῇ πρὸ ιβʹ καλενδῶν δύεται ὁ λεγόμενος ὀϊστός. ἐν ἑσπέρᾳ δὲ ζέφυρος πνεῖ, καὶ ἄρχεται ἡ παρθένος δύεσθαι. ιθʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἀπαρκτίας ῥεύσει μετὰ νότου· τὸν δὲ ὀϊστόν φασι δύεσθαι. κʹ. τῇ πρὸ ιʹ καλενδῶν βορρᾶς μετὰ βροχῆς. καὶ ὁ λέων δύεται· ἄρχονται δὲ οἱ βορραῖ οἱ λεγόμενοι χελιδόνιοι, οἳ πεφύκασιν ἐπὶ τριάκοντα ἡμέρας πνεῖν, καὶ φαίνεται χελιδών. καʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ ἀρκτοῦρος τῇ πρώτῃ φυλακῇ τῆς νυκτὸς ἄρχεται δύεσθαι, καὶ πνεῖ ζέφυρος. ἡ δὲ νὺξ συννεφής. κβʹ. τῇ πρὸ ηʹ καλενδῶν τὰ λεγόμενα Ἀλκυόνεια. κγʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ ὑδροχόος ἄρχεται ἀνίσχειν, ἡ δὲ πρωϊνὴ χειμάζει. κδʹ. τῇ πρὸ ςʹ καλενδῶν ἀργεστὴς πνεῖ ἅμα καὶ βορρᾶς. κεʹ. τῇ πρὸ εʹ καλενδῶν ὁ ἀρκτοῦρος ἀνίσχει, καὶ ὕει. κςʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ ἀρκτοῦρος ἀνίσχει ἐν ἑσπέρᾳ. κζʹ. τῇ πρὸ γʹ καλενδῶν δύεται ἐν ἑσπέρᾳ ὁ παρ' Ἕλλησι λεγόμενος ὀϊστός. κηʹ. τῇ πρὸ αʹ καλενδῶν Μαρτίων ὁ ζέφυρος πλατύς, καὶ ἡ ἡμέρα πᾶσα ἐαρινή. 61t ΜΑΡΤΙΟΣ αʹ. καλένδαις Μαρτίαις νότος καὶ λίψ. βʹ. τῇ πρὸ ςʹ νωνῶν Μαρτίων λίψ, καὶ ὁ τρυγητὴς ἄρχεται φαίνεσθαι. βορέας δὲ ψυχρὸς πνεῖ ἕως τῆς ἑωθινῆς δύσεως τοῦ ἀρκτούρου. γʹ. τῇ πρὸ εʹ νωνῶν δυσαερία καὶ βροχή· καὶ ὁ ἀρκτοῦρος ἀνίσχει ἡλίου ἐγειρομένου, καὶ βορρᾶς πνεῖ. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ ἀρκτοῦρος ἐν ἑσπέρᾳ ἀνίσχει. εʹ. τῇ πρὸ γʹ νωνῶν ὡσαύτως. ςʹ. τῇ πρὸ αʹ νωνῶν ὑετὸς χιόνι μεμιγμένος. ζʹ. νώναις Μαρτίαις δύεται ὁ ἵππος ἀπὸ πρωί, καὶ βορρᾶς φυσᾷ. δύεται δὲ καὶ ὁ στέφανος ὄρθρου. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Μαρτίων ἄρχεται τὰ ὄρνεα φαίνεσθαι ἐπὶ τῆς θαλάσσης, βορρᾶς δὲ καὶ ἀπαρκτίας φυσᾷ, καὶ προοίμιον τοῦ ἔαρος. καὶ ὁ μὲν ἥλιος περὶ τὸ μέσον τῶν ἰχθύων, ὁ δὲ ἵππος δύεται. θʹ. τῇ πρὸ ζʹ εἰδῶν ἰκτῖνος ἄρχεται φαίνεσθαι, νότος δὲ πνεῖ, καὶ ὄρθρου ὁ ἰχθὺς ἀπὸ τοῦ νότου ἄρχεται κρύπτεσθαι. ιʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ ἵππος δύεται ὄρθρου, ὁ δὲ ἰκτῖνος ἀπὸ ὑψηλῶν ἐπὶ τὰ χθαμαλὰ καθίπταται· καὶ ὁ μὲν τρυγητὴς δύεται, ὁ δὲ ἀρκτοῦρος ἀνίσχει. βορρᾶς δὲ ψυχρὸς ῥεύσει. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν χωρισμὸς μὲν τοῦ χειμῶνος, τροπὴ δὲ ἀπὸ βορρᾶ καὶ ἀπαρκτίου. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν παύεται μὲν ὁ ἰχθὺς