1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

6

Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἢ τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων ἤ τινων τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ ∆ιός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεος, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ· κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γενόμενον ἰδίωμα φαίνηται τῆς χροιᾶς, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτέλεσμα· εἰ δὲ ἀπὸ μέρους οἱουδήποτε, κατ' ἐκεῖνο μόνον τὸ μέρος καθ' ὃ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γένηται. εἰ δὲ περὶ τὴν ἑῴαν ἢ τὴν ἑσπέραν μέλλει τοῦτο συμβαίνειν, ἐξ αὐτοῦ τοῦ πάσχοντος τοῦτο φωστῆρος γενήσεται δῆλον τῷ τὸν μὲν ἥλιον εἰς τὴν Ἀσίαν διαπαντὸς ἀνήκειν, τὴν δὲ σελήνην εἰς τὴν Εὐρώπην. Χρήσιμοι δ' ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. τὸν μὲν οὖν ἥλιον τηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ὁ ἥλιος ἢ καὶ δυόμενος εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός· ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω ὡς ἐφ' ἑαυτὸν κυκλούμενος, ἢ τὰ λεγόμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων, τὸ δὲ σχῆμα τῶν νεφῶν ὑπόκιρρον καὶ ὥσπερ μακρὰς ἀκτῖνας ἀπομηκῦνον, ἀνέμων σφοδρῶν ἐστὶ δηλωτικὸς καὶ τοιούτων πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλω ἔχων περὶ αὑτὸν καθ' ἓν μέρος ἢ ἐξ ἀμφοῖν τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας, χειμῶνας δηλοῖ καὶ ὑετούς. Ἐκεῖνο δέ γε καὶ τοῖς εἰς δῆμον τελοῦσι πρόδηλόν ἐστιν, ὡς ὅταν ἀνίσχων ὥσπερ ὑπολανθάνῃ καὶ σκορπίζῃ δῆθεν ἐκδιδρασκούσας καὶ διαρραινούσας τῶν νεφῶν τὰς ἀκτῖνας, χαλάζῃ φράζει τὸν ὄμβρον καταρραγήσεσθαι μεμιγμένον. ὅταν δὲ δυόμενος πηλώδης εἶναι καὶ οὐ κυανόχρους δοκῇ, ὄμβρων τε ὁμοῦ καὶ ἀνέμων ἔσται μηνυτὴς καὶ διαφερόντως ἀνέμων, καθ' οὓς λέγομεν τρόπους τε καὶ ἅμα τόπους· τοῦ γὰρ πνεύματος τοῖς ἀερίοις πρῶτον προσανατείνοντος, εἰκὸς αὐτὸν πλέον ἐξάπτεσθαι καὶ διαχέειν τὰς ἀκτῖνας δίκην λαμπάδος ὑπό τινος περιωθουμένους ἀνέμου. καθαρὸς δὲ ἀνίσχων βόρειον τε ἅμα ἔσεσθαι καὶ αἴθριον τὸν ἀέρα προλέγει· «βορέης» γὰρ «αἰθρηγενέτης» κατὰ τὸν ποιητήν· τοῖς γὰρ ὑψηλοτέροις τῶν μετεώρων ἐπιπνέων εἰς γῆν τε τὸ πυκνὸν καὶ ἀχλυῶδες ὠθῶν, καθαρὸν ποιεῖ καὶ ἀνεπισκότητον ἐκλάμπειν τὸν ἥλιον, ἐκδαπανῶν τὰ πυκνώματα καὶ τῷ λεπτῷ τοῦ πνεύματος τὴν ὑπήνεμον ταύτην ζώνην καὶ μᾶλλον τὴν πρὸς ἡμᾶς ἐκκαθαίρων τε καὶ λαμπροτέραν ποιῶν· Ὁ δέ γε Ῥωμαῖος Καμπέστριος ταῖς Πετοσιριακαῖς ̣fr. 8 ed. Riess. p. 342 ̣ ἀκολουθῶν παραδόσεσι λέγει, ὡς ἀργυροειδὴς καὶ ἀμβλύχρους ὁ ἥλιος ἀνίσχων ἢ ὠχρὸς μέν, ὅλως δὲ ὑπομένων ὁρᾶσθαι, πολέμους καὶ συμφορὰς καὶ διχονοίας καὶ θορύβους καὶ στάσεις ἀνδρῶν ἐνδόξων καὶ βασιλέων θρήνους καὶ συκοφαντῶν καὶ πονηρῶν ἀνθρώπων εὐτυχήματα καὶ ἐπιεικῶν ἀστοχίας καὶ λογικῶν ὕβρεις καὶ ἀτιμίας δηλοῖ· πρὸς δέ γε τούτοις δημεύσεις τε τῶν εὐπατριδῶν καὶ ἀφορισμοὺς καὶ καθολικὴν σπάνιν τῶν ἀναγκαίων, στάσεις τε καὶ πατράσι πρὸς παῖδας καὶ αὖθις τοῖς παισὶ πρὸς τοὺς φύσαντας καὶ τὰς κατ' ἀλλήλων ἐπιβουλάς. Ἔσται δὲ ταῦτα καθολικὰ μέν, ἐπειδὰν κατὰ παντὸς τοῦ δίσκου τὸ σύμπτωμα ᾖ· μερικὰ δέ, εἰ καὶ τὸ σύμπτωμα μερικόν, καὶ καθ' οὓς τόπους ἀφορᾶν δοκεῖ τὸ συμβεβηκός· εἰ δέ γε