1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

32

σεληνιακαὶ ἔσονται, ὅτι σελήνης οἶκος ὁ καρκίνος. πλείων δὲ ὕβρις γυναιξὶ γενήσεται, καὶ διαφερόντως ταῖς ἑταιριζομέναις, ὅτι θῆλυ ζῴδιον ὁ καρκίνος καὶ Ἀφροδίτης, ὅτι ταὐτὸν Ἀφροδίτη σελήνῃ. Ἥλιος ἐν λέοντι. ἐὰν σάλος γένηται, οὐκ ἀγαθὸν ἐπὶ μὲν τῆς Ἀσίας Φοινίκῃ πάσῃ καὶ Ὀρχηνίᾳ, ἐπὶ δὲ τῆς Εὐρώπης Ἰταλοῖς τε καὶ Σικελοῖς καὶ Γάλλοις, ἔτι γε μὴν καὶ Λιβύῃ πάσῃ οὐκ ἀγαθόν· τὰ γὰρ βοσκήματα λιμῷ φθαρήσεται, ἐπομβρία δὲ ἔσται καὶ ἀκρίδων νέφη. ὁ δὲ λεγόμενος βροῦχος τοῖς καρποῖς λυμανεῖται, φθοραὶ δὲ ἔσονται ἀνδρῶν, ὡς πάντα ἐγγὺς μονωθῆναι τὰ συνοικέσια. οἱ δὲ λέοντες ἐν οἷς γίνονται χωρίοις φονικωτέρως κατ' ἀνδρῶν ὁρμήσουσι· τοῖς δὲ ἐν οἷς οὐ πεφύκασι φαίνεσθαι, πυρετὸς ὀξὺς ἐπιπεσεῖται. οἱ δὲ ἄρρενες πλεῖον αἰσθήσονται βλάβης, καὶ μάλιστα οἱ πρὸς ἀνίσχοντα ἥλιον, ὅτι ἄρρεν καὶ ἡλιακὸν ζῴδιον ὁ λέων. Ἥλιος ἐν παρθένῳ. ἡλίου ἐπὶ τὴν παρθένον ἰόντος εἰ σάλος γένηται, Ἑλλάς, Ἀχαΐα, Κρήτη, Βαβυλών, Μεσοποταμία, Ἀσσυρία τε καὶ Κυκλάδες νῆσοι οὐ μετρίαις περιπεσοῦνται συμφοραῖς· χάσματα γὰρ κατ' αὐτὰς γενήσεται, οἵ τε γονεῖς θρηνήσονται τοὺς ἑαυτῶν παῖδας· οὐχ ἥκιστα δὲ χειμῶνες ξηροὶ καὶ παρθένων ἀνδραποδισμοί. ἡ δὲ ἐλαία πρὸς τοῖς ἄλλοις τοῦ φθινοπώρου καρποῖς ἐπιτεύξεται. τὰ δὲ κακὰ ταῖς θηλείαις μᾶλλον τῶν ζῴων ἢ τοῖς ἄρρεσι συμβήσεται, ὅτι θῆλυ ζῴδιον ἡ παρθένος. 57 Ἥλιος ἐν ζυγῷ. εἰ κατὰ τόδε καιροῦ σεισμὸς γένηται, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Βακτρία, Κασπία, Σηρική, ἐπὶ δὲ Λιβύης Τρωγλοδυτικὴ Θῆβαί τε Αἰγύπτιαι καὶ πρὸς αὐταῖς Ὄασις οὐ μετρίως στυγνάσουσιν. οἱ γὰρ κρατοῦντες καταπράξονται τῶν εἰρημένων χωρίων, ὡς ἐξ ἀπογνώσεως τὸ πλῆθος ἐπαναστῆναι αὐτοῖς. τὰ δὲ ἱερὰ παραβαθήσεται οὕτω βεβήλως ὡς μηδένα τυχεῖν τῶν εὐχῶν. καὶ οἱ μὲν αὐτόχθονες πόρρω που τῶν ἐνεγκουσῶν ἐλαθήσονται, στρατεύμασι δὲ βαρβαρικοῖς οἱ εἰρημένοι ταραχθήσονται τόποι. λιμὸς ἄρα· πῶς γὰρ οὐχί; καὶ ἐλαττουμένης πανταχοῦ τῆς ἀνδρικῆς φύσεως, ὅτι ἄρρεν ζῴδιον ὁ ζυγός. Ἥλιος ἐν σκορπίῳ. ἐπὶ τὸν σκορπίον ἡλίου διαβαίνοντος εἰ σάλον γενέσθαι συμβαίη, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Συρία μέση ἤτοι Κομμαγηνὴ καὶ Κασπία, ἐπὶ δὲ Εὐρώπης Ἰταλία καὶ Τυρσηνία καὶ ἕως δύνοντος ἡλίου Μαυρουσία τε καὶ Γαιτουλία ἐμπρησμοῖς ἀσχέτοις ἐκτεφρωθήσονται, οὐδ' αὐτῶν τῶν ἱερῶν περισωζομένων τοῖς τόποις. πόλεμοί τε ἔσονται ἀτυχεῖς τῇ νεολαίᾳ, ἐπικερδεῖς δὲ τοῖς στρατηγοῖς· βάρβαροι δὲ καθέξουσι Ῥωμαίοις ἀνήκοντα χωρία. πλείων δὲ ἡ κατὰ γυναικῶν τοῖς πράγμασι ζημία, ὅτι θῆλυ ζῴδιον ὁ σκορπίος. Ἥλιος ἐν τοξότῃ. ὅταν ὁ ἥλιος ἐπὶ τὸν τοξότην ἔλθῃ, εἰ σεισμὸν συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς μεγάλης Ἀσίας τῇ εὐδαίμονι Ἀραβίᾳ, ἐπὶ δὲ τῆς Εὐρώπης Τυρσηνίᾳ, Κελτικῇ καὶ Ἱσπανίᾳ βλάβαι οὐχ αἱ τυχοῦσαι συμβήσονται. φθαρήσεται γὰρ λιμῷ τὰ βοσκήματα, ὁ δὲ ὠκεανὸς παρὰ τὸ πεφυκὸς ἐκχυθήσεται ὡς καὶ αὐτὴν Κάλπην ἐπικλυσθῆναι, πόλεις τε κατομβρίᾳ κινδυνεύσουσιν. ἡ δὲ ἀνδρεία φύσις ἐξ ἐνδείας τῶν ἀναγκαίων πανταχοῦ φθαρήσεται, ὅτι ἄρρεν ζῴδιον ὁ τοξότης. 58 Ἥλιος ἐν αἰγόκερῳ. ὅταν δὲ ἥλιος ἀποστρέφων ἀπὸ τοῦ νοτίου καμπτῆρος ἐπὶ τὸν αἰγόκερων ἔλθῃ, εἰ σεισμὸν συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας πᾶσα ἡ Ἰνδικὴ Ἀριανή τε καὶ Γεδρωσία, ἐπὶδὲ τῆς κάτω Φρυγία τε πᾶσα καὶ Ἑλλήσποντος, ἐπὶ δὲ τῆς Εὐρώπης Μακεδονία καὶ Θρᾴκη πρὸς τῷ Ἰλλυρικῷ ἕως Ἴστρου ποταμοῦ οὐ μετρίως ταραχθήσονται πρὸς τῶν πλησιοχώρων, καὶ οἱ χείμαρροι τὰ λήϊα καταχώσουσι, προσεπιλιμωττόντων τῶν βοσκη μάτων. ἐμφύλιοί τε πόλεμοι ἔσονται, ὀνείρων δὲ καὶ μαντευμάτων ψευδῶν ὄχλος· ἐνιαχοῦ δὲ καὶ πόλεις ἀθρόως καταποντισθήσονται. Ἥλιος ἐν ὑδροχόῳ. ἡλίου ἐπὶ ὑδροχόον ἰόντος εἰ γένηται σεισμός, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Ὀξιανή, Σογδιανή, Ἀραβία μικρὰ καὶ Ἀζανία, ἐπὶ δὲ τῆς Λιβύης Αἰθιοπία μικρά, τῆς δὲ Εὐρώπης ἡ Θρᾴκη ἕως Ἰλλυρικοῦ σφόδρα ταραχθήσονται·