1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

3

τερατισμῶν, καὶ τὸ δὴ πέρας περὶ σεισμῶν καὶ ἐμπρησμῶν καὶ τῆς ἐκ τούτων μαντείας, οὐχ ὥστε τὰς φυσικὰς αἰτίας ἢ τὰ περὶ τούτων εἰπεῖν θεωρήματα φιλοσόφοις γὰρ δὴ τὰ περὶ τούτων ἀνείσθω, ἀλλ' εἴ πως οἷόν τέ ἐστιν ἐκ τούτων δὴ τῶν διοσημειῶν τὴν τῶν ἐσομένων ἴσως προμανθάνειν ἀπόβασιν. ἔστι γὰρ ἐκ τῆς πολυμαθεστάτης ἱστορίας λαβεῖν ὡς ἥλιοί τε πλείους κατὰ ταὐτὸν καὶ σελῆναι πεφήνασι, γινομένου ἐξ ἀνακλάσεως τούτου. τοιγαροῦν οὐχ ὑπὲρ τὸν ἥλιον ἢ τὴν σελήνην, ἀλλ' ἐκ πλαγίου τὴν λεγομένην ἀντιδίσκωσιν θεωρεῖσθαι συμβαίνει, ἢ ἀνισχόντων αὐτῶν ἢ δυομένων. βασιλέων δὲ τοῦτο δυνατῶν κατ' ἀλλήλων ἐπαναστάσεις σημαίνει, ὡς ἐκ τῆς Καμβύσου κατ' Αἰγυπτίων ἐφόδου λαβεῖν ἔστι, καὶ ἐπὶ τῇ Νέρωνος καταστροφῇ, καθ' ἣν ἐπὶ μὲν τῆς Ἰουδαίας διάγων Οὐεσπασιανὸς πρὸς τὴν Ῥωμαίων ἀρχὴν ἀνεφέρετο, κατὰ δὲ τὴν ἑσπέραν Βιτέλλιος, Γάλβας τε καὶ Ὄθων ἑτέρωθεν ἀντανίσταντο. Ἀπουλήιος δὲ περὶ τῶν τοιούτων γράφων καὶ ὑπὸ Κλαυδίῳ Καίσαρι τρεῖς ἡλίους ὀφθῆναί φησιν, ὁμοίως δὲ καὶ σελήνας τοσαύτας ἐπὶ Γαίου Ἀννίου καὶ Γναίου ∆ομιτίου τῶν ὑπάτων· ᾧ ἄντικρυς ἐδηλοῦτο Γάλλους τε καὶ Σαυρομάτας τὰ Ῥωμαίων δῃώσειν· τὸ δὲ ................ .............θῆναι. Πολλάκις δὲ καὶ διάπυρος ἀστήρ, ἀσπίδος ἀπομιμούμενος τύπον, ἐκ τῆς ἑῴας ἐπὶ τὴν δύσιν σπινθῆρας ἐκπέμπων διατρέχει, τῶν Παρθυαίων ἔφοδον μαντευόμενος. καὶ τὰ μὲν ἐκ τῶν πρωτοτύπων κέντρων, ἀνατολὴν λέγω καὶ δύσιν. οὕτως ἔστι λαβεῖν· ἀπὸ δέ γε ἄρκτου καὶ μεσημβρίας, οὐκέτι ἐφόδους βαρβαρικὰς ταῦτα ἡμῖν προδηλοῖ, ἀλλὰ βιαιοτέρας ἀνέμων ἐκρήξεις. καὶ εἰ μὲν ἐξ ἄρκτου διᾴττων ἐκτρέχει αὔλακάς τε πυρὸς ἐπὶ τὸν ἀέρα ποιεῖ, βροντώδεις λέγει διοσημείας, συστροφὴν ἀέρος καὶ βορρᾶν βιαιότερον ἀναστήσεσθαι, ἐκ δὲ τοῦ ἐναντίου φερόμενος νότον ἐπάγει. τῶν γὰρ πνευμάτων ἐκ τῶν ἐσχάτων τοῦ κόσμου μερῶν διανισταμένων καὶ τὸν ἀέρα πρῶτον πληττόντων, μηδενὸς σώματος ἀντιτυποῦντος, εἰκός ἐστι τοὺς ἐκ τῶν ἀστέρων τούτων ἀφορίζεσθαι σπινθῆρας. 5 Ὁμοίως ἔστιν ἑτέρους ἀστέρας εὑρεῖν ποτὲ μὲν ἐν γῇ, ποτὲ δὲ ἐν θαλάττῃ τὰς ἰδίας ἐνεργείας δεικνύντας· ἐπί τε γὰρ στρατιωτικῶν ἀκοντίων πολλάκις ὤφθησαν ἐφιζάνοντες ἐπί τε τῶν ἱστῶν τῶν νεῶν, καὶ ἐν ἄλλοις δὲ μέρεσι, λιγυρόν τι σύριγμα προσηχοῦντες καὶ ὀρνέων δίκην εἰς τόπον ἐκ τόπου τῆς νεὼς μεθιστάμενοι, ὡς ἂν καταδύσωσι ταύτην. ὅθεν καὶ τοῖς ξηροτέροις τῆς νεὼς ἐμπίπτουσι μέρεσιν, ἐξ ὧν συντομωτέραν εἰκὸς γενέσθαι τὴν ἐκπύρωσιν. τὸ δὲ τοιοῦτον σχῆμα ἤτοι κατάστημα οἱ τὴν θάλατταν πλέοντες Ἑλένην καλοῦσιν. ἀλλὰ κἀνταῦθα τὰ ἐξ αὑτῆς ἡ πρόνοια δείκνυσι· δύο γὰρ ἀστέρες εὐθὺς κατασκήπτουσι τῆς τοιαύτης φορᾶς, οὓς Κάστορα καὶ Πολυδεύκην καλοῦσιν, οἳ παραχρῆμα πρὸς φυγὴν τὴν λεγομένην Ἑλένην ἐλαύνουσι. Τὰ δὲ τῶν ἱστοριῶν μὴ καὶ περιττὸν ἐν ὑμῖν ᾖ λέγειν, ὡς ἐπὶ κεφαλῆς πολλάκις ἀνθρώπων διοσημεῖαι γεγόνασιν, ἐπί τε τῆς Ἀσκανίου καὶ Σερβίου Τύλλου τοῦ ῥηγὸς καὶ Κωνσταντίνου τοῦ τὴν μεγάλην ταύτην συστησαμένου πόλιν. οἷς ἅπασι τὸ μὲν τῆς βασιλείας ἐντεῦθεν κατεμηνύετο κράτος, οὐ μὴν εἰρηνικὸν οὐδὲ ἥσυχον, ἀλλὰ μυρίων γέμον κακῶν αὐτοῖς τε ἐκείνοις καὶ τοῖς ὑπ' αὐτοὺς ἐσομένοις, μᾶλλον δὲ καὶ πλέον ἐκείνοις, ὅσῳ καὶ ἐλάττοσι τύχαις παρὰ τοὺς βασιλεύοντας τὸ ὑπήκοον χρῆται· Ἀσκάνιος μὲν γὰρ ἐν Ἄλβῃ τὴν μητρυιὰν .............σεν, ἡ δὲ ἐκαινοτόμησε περὶ τὸ Τρωικὸν .......... καὶ τὴν προσηγορίαν δὲ ὁ.....λ..... Τύλλος οὕτω πολέμων τὴν πόλιν ἐπλήρωσεν ὥστε μὴ δυνηθῆναι τῆς ὑπὸ Νουμᾶ κατασταθείσης εἰρήνης Ῥωμαίους ἀπολαῦσαι· περὶ δὲ Κωνσταντίνου μακρηγορεῖν οὐκ ἀναγκαῖον, ἐν βιβλίοις τὴν μνήμην τῶν περὶ αὐτὸν συμβεβηκότων ἐχόντων ὑμῶν. 6 Πολλάκις δὲ καὶ σπινθὴρ βραχὺς ἐκ μετεώρων καταφέρεσθαι δόξας ἐπὶ τὴν γῆν, εἶτα ἐξ ἐπιδόσεως εἰς κύκλον τινὰ σελήνης ὅμοιον ὤφθη δισκωθείς· τοῦτο, ὅπερ ἔναγχος γέγονεν, οὐ μετρίων προδοσιῶν τε καὶ