1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

7

κατὰ τὴν λεγομένην ἀντιδίσκωσιν ὁ ἥλιος ἐκλίποι, μόνοις ἀπειλεῖ τοῖς βασιλεῦσι τὰ κακά, ὥσπερ καὶ ἐὰν ἐπὶ τοῦ βασιλικοῦ τριγώνου. Εἰ δέ γε ἐξ ἀναδόσεως ὑγρότητος παχύτητα τοῦ ἀέρος λαμβάνοντος ὁ ἥλιος ἀμαυροῖτο-τοῦθ' ὅπερ ἐπὶ τῆς ἔναγχος παρελθούσης τετάρτης καὶ δεκάτης ἐπινεμήσεως γέγονε παρ' ὅλον σχεδὸν τὸν ἐνιαυτὸν τὴν ὕπατον ἔχοντος Βελισαρίου τιμὴν ̣535 p. Chr. ̣ - ὡς διαφθαρῆναι τοὺς καρποὺς ἐξ ἀωρίας, σάλους βαρεῖς ἐπὶ τῆς Εὐρώπης προμηνύει γενέσθαι-καὶ τοῦτο ἐξ αὐτῶν εἴδομεν τῶν πραγμάτων, πολέμων τε γενομένων ἐπὶ τῆς ἑσπέρας πολλῶν καὶ τῆς τυραννίδος καταλυθείσης ἐκείνης-, Ἰνδίαν δὲ καὶ τὴν Περσῶν καὶ ὅση ξηροτέρα πρὸς ἀνίσχοντα ἥλιον οὐ σαλεύει παντοίως. ἀλλ' οὐδὲ εἰκὸς κατ' ἐκείνας συμβαίνειν τὸ πάθος, ἐπεὶ κατὰ τὴν Εὐρώπην τῆς ὑποκειμένης ὑγρότητος ἀναρπαζομένης καὶ εἰς νέφη συναγομένης ἀμαυροῦσθαι συμβαίνει τὴν ἡλιακὴν αἴγλην πρὸς τὴν ἡμετέραν οὐκ ἀφικνουμένην ὄψιν οὐδὲ τοῦτο διατιτρῶσαν τὸ πύκνωμα. Τὴν δὲ σελήνην τηρητέον ἢ πρὸ τριῶν ἢ μετὰ τρεῖς ἡμέρας τῆς συνόδου τε καὶ τῆς πανσελήνου καὶ διχοτόμου. λεπτὴ γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ ἑαυτήν, εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτική. εἰ δὲ καὶ ἐρυθραίνοιτο μετρίως καὶ τὸ ἀφώτιστον τοῦ κύκλου διαφανὲς καὶ ὑποκεκινημένον ἔχοι, ἀνέμων ἐστὶ δηλωτική, καθ' ὃ ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν. εἰ δὲ ὠχρὰ καὶ παχεῖα δοκοίη, χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική. Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδιεινὴν σημαίνει κατάστασιν. εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν· τοὺς μὲν δι' ἀνέμων, εἰ ὑπόκιρροι εἶεν καὶ ὥσπερ ὑπορρηγνύμεναι· τοὺς δὲ διὰ νιφετῶν, εἰ ἀχλυώδεις καὶ παχεῖαι· εἰ δὲ καὶ ὑπόχλωροι καὶ μέλαιναι καὶ ὥσπερ ῥηγνύμεναι, τοὺς δι' ἀμφοτέρων καὶ τοσούτῳ μείζονας ὅσῳ καὶ πλείους εἶναι δοκοῖεν. Αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων, εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ' ἐκείνης ἄνεμον δηλοῦσι· εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων· εἰ δὲ ἀπὸ τῶν τεσσάρων παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων· αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δ' ἐκ χειμῶνος προσημαίνουσιν. καὶ ὡς ἐπίπαν συνελόντι εἰπεῖν αἱ καθόλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τοιαῦτα δηλοῦσι. 1010bt DE COMETIS Τοσαῦτα μὲν περὶ ἡλίου καὶ σελήνης καὶ τῶν καθ' ἑκατέρων αὐτῶν συμβαινόντων· Χωρητέον δὲ λοιπὸν ἐπὶ τὴν πρώτην ἡμῖν καὶ σχεδὸν μόνην τοῦ συγγράμματος πρόφασιν, φαμὲν δὲ τοὺς κομήτας ἀστέρας, ἐπεξιόντας τοῖς ὑπὲρ αὐτῶν δηλουμένοις, καθάπερ ἡμῖν ἐκ τῶν προειρημένων βιβλίων γέγονε δῆλον· γινόμενοι γὰρ κατὰ τοὺς ἐλλειπτικοὺς καιροὺς ἢ καὶ καθ' οἱονδήποτε χρόνον τοῖς τὰ τοιαῦτα ἐπιτηρεῖν ἐθέλουσι δῆλον ποιήσουσι διά τε τῶν τοῦ ζῳ διακοῦ κύκλου μερῶν, καθ' ὧν ἂν αἱ τοιαῦται γένωνται συστάσεις, διά τε τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους, οἷς ἐπισκήπτουσι τὰ δι' αὐτοὺς ἐκβησόμενα· καὶ διὰ μὲν αὐτῆς τῆς συστάσεως καὶ ὡσανεὶ μορφώσεως τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος περὶ ὃ τὸ πάθος συμβήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν τῶν συμπτωμάτων παράτασιν· ἔστι δ' ὅτε καὶ διὰ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν καταρχήν· ἑῷοι μὲν γὰρ ἐπιπολὺ φαινόμενοι τάχιον ἐπισημαίνουσι * καὶ τοσούτῳ μείζονας ὅσον ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γίνηται. Τὰ γὰρ καθολικὰ τῶν ἀποτελεσμάτων ἤτοι διὰ τῶν