1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

16

Ὁ ἥλιος ἐν αἰγοκέρωτι μηνὶ Ἰανουαρίῳ. τοῦ ἡλίου πρὸς αἰγόκερων παριόντος, εἰ βροντὴν ἐπιρραγῆναι συμβαίη, ἀχλὺς ἔσται παχεῖα καὶ καπνώδης, ὡς ἀώρους τοὺς καρποὺς ἐναπομαρανθῆναι τοῖς φυτοῖς, καὶ ἄποιος ὁ οἶνος. εἰ δὲ μέχρι τῆς ἐπιτολῆς τοῦ κυνὸς ἡ ἀχλὺς ἐπιμένοι, ἐπίνοσος ὁ ἐνιαυτὸς ἔσται καὶ σίτου ἐνδεής. διαφερόντως δὲ ταῦτα συμβήσεται ἐπί τε Μακεδονίας, Θρᾴκης, Ἰλλυρίδος καὶ τῆς ἄνω Ἰνδικῆς, Ἀριανῆς τε καὶ Γεδρωσίας· καὶ γὰρ αὗται ὑπὸ τὸν αἰγόκερων. ταραχαὶ δὲ καὶ φόβοι τοῖς θήλεσι τῶν ζῴων, λογικῶν τε καὶ ἀλόγων, ἐπιγενήσονται, ὅτι θῆλυ ζῴδιον ὁ αἰγόκερως. Ὁ ἥλιος ἐν ὑδροχόῳ μηνὶ Φεβρουαρίῳ. τοῦ ἡλίου ἐπὶ ὑδροχόον ἰόντος εἰ βροντὴν γενέσθαι συμβαίη, Σαυρομάταις, Ὀξιανοῖς, Σογδιανοῖς, Ἀραβίᾳ μικρᾷ, Ἀζανίᾳ μέσῃ, Αἰθιοπίᾳ ὑδροχόῳ δὲ ἀνάκεινται αὗται αἱ χῶραι ἀφθονίαν μὲν τοῦ σίτου διασημαίνει, πτῶσιν δὲ ἀνδρῶν ἐνδόξων ἐν ταῖς εἰρημέναις διαφαινομένων χώραις, καὶ οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ τῶν ἐν τοῖς ἄλλοις ζῴοις ἀρσενικῶν, ὅτι ἄρρεν ζῴδιον ὁ ὑδροχόος. Ὁ ἥλιος ἐν ἰχθύσι μηνὶ Μαρτίῳ. τοῦ ἡλίου ἐν ἰχθύσι γενομένου εἰ τυχὸν ἐν ἡμέρᾳ βροντὴ γένηται, ὁ ἄμητος ἔσται γεννημάτων ἀφθονώτατος, οἵ τε ὑγροὶ καρποὶ οὐχ ἥκιστα ἐπιδώσουσιν ἐπί τε τῆς καθ' ἡμᾶς Λυδίας, Κιλικίας, Παμφυλίας, Φαζανίας, Νασαμωνίτιδος καὶ Γαραμαντικῆς καὶ γὰρ ὑπὸ τοῖς ἰχθύσιν αἱ χῶραι. τὰ δὲ θήλεα τῶν ζῴων ἀπὸ λογικῶν ἕως ἀλόγων σκυθρωπάσει, ὅτι θῆλυ ζῴδιον οἱ ἰχθύες. 24 Ὁ ἥλιος ἐν κριῷ μηνὶ Ἀπριλίῳ. τοῦ ἡλίου ἐπὶ τὸν κριὸν ἀνιόντος εἰ βροντὴν γενέσθαι συμβαίη ἀλλὰ μὴ βροχὴν ἐπακολουθῆσαι, ἐπὶ Βρεταννίας, Γαλατίας, Γερμανίας, Βασταρνῶν, Συρίας κοίλης, Ἰουδαίας, Ἰδουμαίας πτῶσις ἀνθρώπων ἔσται θόρυβοί τε κατὰ πόλεις καὶ πνιγμοὶ καὶ αὐχμοὶ καὶ τῶν φυτῶν ἀκαρπία, καὶ διαφερόντως τῶν ἀρρενωπῶν, ὅτι ἄρρεν ζῴδιον ὁ κριός. Ὁ ἥλιος ἐν ταύρῳ μηνὶ Μαΐῳ. κατὰ τοῦτο τοῦ καιροῦ εἰ βροντὴν ἐπιτροχάσαι συμβαίη, ἔνδειαν τῶν ἐπιτηδείων προσδοκητέον, οὐχ ἥκιστα δὲ τὰ ἀκρόδρυα ἀποτεύξεται· καὶ γὰρ ἁπαλὰ καὶ ὡς πρὸς τοὺς ἄλλους καρποὺς μαλακώτατα. οὐδὲν δὲ ἧττον καὶ πόλεις αἱ πρὸς τῇ θαλάττῃ πολεμίοις παραστήσονται, ἐπί τε τῶν Κυκλάδων καὶ τῶν παραλίων τῆς μικρᾶς Ἀσίας καὶ γὰρ Ἀφροδίτης ἡ θάλαττα, Κύπρου, Μηδίας τε καὶ Περσίδος αὐτῆς, ἐπεὶ καὶ μαλακώτερα τὰ ἔθνη, ὅτι θῆλυ ζῴδιον ὁ ταῦρος. ταύτῃ γὰρ καὶ ταῦρος Εὐρώπης ἐρασθῆναι λέγεται, ὅτι τοῦ ἀνατολικοῦ κέντρου ὑπὸ κριῷ, ἔστι δ' ὅπου καὶ πρὸ αὐτοῦ, νέους ὁρῶντος καρποὺς μόλις Εὐρώπη ὑπὸ τῷ ταύρῳ βλέπει. Μηνὶ Ἰουνίῳ. εἰ ἐν διδύμοις τοῦ ἡλίου ὄντος βροντὴν γενέσθαι συμβαίη, ὑγρῶν μὲν καὶ ξηρῶν καρπῶν ἀφθονίαν ἐλπιστέον, ἀνδρὸς δὲ δυνατοῦ ἀθρόαν ἀπόπτωσιν. Ὑρκανία δὲ καὶ Ἀρμενίαι δύο, Ἀμαδιανή, Μαρμαρική, Αἴγυπτος ἡ κάτω παρὰ τὰς ἄλλας χώρας ἀτυχήσουσι, καὶ διαφερόντως περὶ τοὺς ἄνδρας· καὶ γὰρ ἀρσενικὸν ζῴδιον οἱ δίδυμοι καὶ ἀνθρωποειδὲς καὶ φίλιον. 25 Μηνὶ Ἰουλίῳ. ὅτι μὲν ὁ μὴν Κουϊντίλιος οὗτος τὸ πρὶν ὠνομάζετο, πρὸς δὲ τιμῆς Ἰουλίου Καίσαρος εἰς ταύτην μετετέθη τὴν προσηγορίαν, εἰς πλάτος ἡμῖν εἴρηται ἐν τῇ περὶ Μηνῶν πραγματείᾳ. εἰ τοίνυν ἐν καρκίνῳ ἡλίου γενομένου βροντὴν γενέσθαι συμβαίη, οἴνου μὲν δαψίλεια, τοῦ δὲ ἀέρος ξηρότης ἔσται. νόσοι τε φρικώδεις καὶ πυρεκτικοὶ καὶ κινδύνων ἐγγὺς ἐπί τε Βιθυνίας καὶ Φρυγίας ὅλης, Κολχικῆς, Νουμιδίας, Καρχηδόνος καὶ Ἀφρικῆς ταῖς θηλείαις διαφερόντως προσπεσοῦνται. φθαρήσεται δὲ καὶ τὰ ἐνάλια, τὰ ὀστρακώδη μάλιστα· καὶ γὰρ θῆλυ ζῴδιον καὶ σελήνης οἶκος ὁ καρκίνος. Μηνὶ Αὐγούστῳ. Σεξτίλιος τὸ πάλαι καὶ οὗτος ὁ μήν· Αὔγουστος δὲ τῷ ἴσῳ τρόπῳ πρὸς μνήμης Αὐγούστου Καίσαρος μετεκλήθη, ὡς ἡ ἱστορία λέγει. ἐφ' οὗ ἡ βροντὴ γενομένη τοῦ ἡλίου ὄντος ἐν λέοντι θόρυβον ἐξαίσιον τοῖς πράγμασι καὶ φθορὰν τοῖς καρποῖς ἐκ θηρίων ἀπειλεῖ ἐπί τε Ἰταλίας, Γαλλιῶν, Σικελίας, Φοινίκης,