1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

38

ἔκλειψις σεληνιακή, καὶ νότου ἅμα καὶ βορέου διαφορὰ καὶ καύματα. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν δύεται ἡ λύρα ὄρθρου. τὸ φθινόπωρον ἄρχεται, καὶ ἀνεμομαχία. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν ὡσαύτως. ιγʹ. εἰδοῖς Αὐγούσταις ὁ δελφὶν δύεται σὺν τῷ λαγωῷ. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Σεπτεμβρίων αὐχμὸς καυσώδης. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν ἄστρον κρυπτόν. ζέφυρος σὺν τῷ νότῳ πνεῖ. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὄρθρου ὁ δελφὶν δύεται, καὶ νότος πνεῖ. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν ἀρχὴ φθινοπώρου. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν δύεται ἡ λύρα, καὶ νότος πνεῖ. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν μέτριον τὸ καῦμα, καὶ δύεται ὁ δελφίν. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ἡ μὲν λύρα δύεται ὄρθρου, ὁ δὲ ἥλιος ἐν παρθένῳ. νότος ἄνεμος, καὶ βροντώδης ὑετός. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ἥλιος ἐφ' ὅλης παρθένου. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἀνίσχει ἡ παρθένος. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ἀπαρκτίας πνεύσει μέτριος, καὶ ὁλικὴ ἡ παρθένος ἀνίσχει καὶ ἀὴρ καθαρός. κδʹ. τῇ πρὸ θʹ καλενδῶν τὸ μὲν αὐτὸ ζῴδιον, ἄνεμος δὲ βορρᾶς. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν παύονται οἱ ἐτησίαι, καὶ ψυχρότερος ἄρχεται πνεῖν βορρᾶς. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ μὲν δελφὶν ἀνίσχει, νότος δὲ πνεῖ. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν ὁ τρυγητὴς ἀνίσχει, νότος δὲ πνεῖ καὶ ζέφυρος ἅμα. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἡ παρθένος ἄρχεται φαίνεσθαι. κθʹ. τῇ πρὸ δʹ καλενδῶν μέτριος ὁ ζέφυρος. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁμοίως, τῆς παρθένου ἀνισχούσης. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Σεπτεμβρίων ἡ Ἀνδρομέδα ἀνίσχει· εὖρος πνεῖ, καὶ ἐναλλάττονται οἱ ἄνεμοι. 67t ΣΕΠΤΕΜΒΡΙΟΣ αʹ. καλένδαις Σεπτεμβρίαις βροντώδης ὑετός, καὶ ἡ Ἀνδρομέδα ἀνίσχει. εὖρος πνεῖ, καὶ ἐναλλάττονται οἱ ἄνεμοι. βʹ. τῇ πρὸ δʹ νωνῶν Σεπτεμβρίων ὁ ἰχθὺς ἀπὸ τοῦ νότου παύεται δύεσθαι. γʹ. τῇ πρὸ γʹ νωνῶν βροντᾷ καὶ ὕει. δʹ. τῇ πρὸ αʹ νωνῶν ἀρκτοῦρος ἀνίσχει σὺν τῷ τρυγητῇ, καὶ τὸν μὲν ὀϊστὸν ἀποκρύπτει. εʹ. νώναις Σεπτεμβρίαις οἶκος Ἑρμοῦ. ζέφυρος δὲ πνεῖ, καὶ ἐκ τῆς τῶν ἀνέμων ἐναλλαγῆς ὑετός. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Σεπτεμβρίων ἀνίσχει ὁ ἵππος. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀνίσχει ἡ αἴξ· ἐν δὲ τῇ ἑσπέρᾳ λὶψ μετὰ ὑετοῦ. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ἀναφαίνεται ὁ ἀρκτοῦρος, βορρᾶς δὲ φυσᾷ· ἔσθ' ὅτε καὶ βροντᾷ. θʹ. τῇ πρὸ εʹ εἰδῶν τὸ μέσον τῆς παρθένου ἀνίσχει, ζέφυρος δὲ μετὰ λιβὸς πνεῖ. ιʹ. τῇ πρὸ δʹ εἰδῶν τὰ αὐτὰ σημαίνει. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ὡσαύτως. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν Σεπτεμβρίων ὁ ἀρκτοῦρος ἀνίσχει. ιγʹ. εἰδοῖς Σεπτεμβρίαις ὕει διὰ τῆς ἐπιτολῆς τοῦ ἀρκτούρου. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Ὀκτωβρίων αἱ πλειάδες ἀνίσχουσι σὺν τῷ ἵππῳ. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ χελιδὼν οὐδαμοῦ· ἀνίσχει δὲ καὶ ἡ αἴξ, καὶ ὕει. ιςʹ. τῇ πρὸ ιςʹ καλενδῶν τὸ δωδεκατημόριον ἄρχεται τοῦ μετοπώρου. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζέφυρος μετὰ λιβὸς καὶ εὖρος πλατύς. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ στάχυς ἀνίσχει, καὶ ἠρέμα ἀπαρκτίας. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος ἐν ζυγῷ· ὁ κρατὴρ φαίνεται· νότος πνεῖ. τὸ μέσον τοῦ ἀρκτούρου ὄρθρου φαίνεται. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἐπιτολὴ τοῦ ἀρκτούρου καὶ ὑετὸς πολύς. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἡ μετοπωρινὴ ἰσημερία, καὶ οἱ ἰχθύες δύονται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν δύεται ἡ Ἀργώ, καὶ τροπὴ τοῦ ἀέρος ὑετώδης. κγʹ. τῇ πρὸ θʹ καλενδῶν δύονται οἱ ἰχθύες, καὶ ὑετὸς ἐκ τοῦ νότου, καὶ γίνονται βροχαὶ καὶ ταραχαὶ ἀνέμων καὶ θαλάσσης. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν ἔκλειψις σεληνιακὴ καὶ ἐπιτολὴ τοῦ κενταύρου. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν συννεφὴς ὁ ἀὴρ καὶ ταραχώδης. κςʹ. τῇ πρὸ ςʹ καλενδῶν οἱ ἔριφοι ἀνίσχουσι, καὶ νότος ψυχρός. κζʹ. τῇ πρὸ εʹ καλενδῶν παύεται ἡ παρθένος ἀνίσχειν, αἱ δὲ πλειάδες ἐν ἑσπέρᾳ φαίνονται, καὶ οἱ ἔριφοι σὺν τῷ ἡλίῳ ἀνίσχουσιν, καὶ γίνονται βροχαὶ καὶ ταραχαὶ ἀνέμων καὶ θαλάσσης. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἔτι μᾶλλον ὁ νότος. κθʹ. τῇ πρὸ γʹ καλενδῶν αἱ πλειάδες ὄρθρου φαίνονται, καὶ πνεῖ νότος ὑετώδης. λʹ. τῇ πρὸ αʹ καλενδῶν ἡ αἲξ ἀνίσχει ** μέχρι τῆς ἑσπερινῆς